Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.3.513 Oxyrhynchos

Receipt for Sale of Confiscated Property via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 20644. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Διογένης ὁ καὶ Διονύσιος Σαραπίωνος τοῦ Ἑρμίου Φυλαξιθαλάσσειος ὁ καὶ Ἀλθαιεὺς Σερήνῳ Φιλίσκου τοῦ Σαραπίωνος μητρὸς Ἑλένης ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ἐπεὶ ἐκυρώθην ὑπὸ Νεμεσιανοῦ τοῦ στρατηγήσαντος τοῦ νομοῦ τῷ δευτέρῳ καὶ εἰκοστῷ ἔτει Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὶἉδριανῷ ἀπὸ ἀπράτων τῆς διοικήσεως οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν σὺν χρηστηρίοις ὄντα ἐπʼ ἀμφόδου Λυκίων Παρεμβολῆς πρότερον Σαραπίωνος γενομένου […]…ιγε…[…]γου τεταρτ[…] τῶν τῆς συντιμήσεως δραχμῶν ἑξακοσίων καὶ τῶν ἑπομένων, καὶ ταύτας παρεγράφην ὑπὸ τοῦ τοῦ νομοῦ βασιλικοῦ γραμματέως Περικλέους σὺν προσδιαγραφομένοις ἐν δραχμαῖς ἑξακοσίαις τριάκοντα ἑπτὰ τριωβόλῳ ὁμοίως καὶ ὑπὲρ τόκου δευτέρου καὶ εἰκοστοῦ ἔτους δραχμὰς τριάκοντα ἐννέα τριώβολον ἡμιωβέλιον χαλκοῦς τρεῖς καὶ τρίτου καὶ εἰκοστοῦ ἔτους δραχμὰς εἴκοσι ὀκτὼ ὀβολοὺς δύο ἡμιωβέλιον , γίνονται τόκου δραχμαὶ ἑξήκοντα ὀκτὼ χαλκοῖ τρεῖς , διέγραψα δὲ εἰς τὸ δημόσιον τὰς τῆς τιμῆς τῆς οἰκίας σύνπαντι δραχμὰς ἑξακοσίας τριάκοντα ἑπτὰ τριώβολον ὁμοίως καὶ τὸν τόκον τὸν ὀνόματί μου παραγραφέντα ὄντα ἐν δραχμαῖς ἑξήκοντα ὀκτὼ χαλκοῖς τρισί , ὧν καὶ τὰ σύμβολα ἐπὶ ὑπογραφῆς μου τοῦ Διογένους τοῦ καὶ Διονυσίου ἀνέδωκα σοὶ τῷ Σερήνῳ ἕνεκα τοῦ ὑπερβεβλῆσθαι τὴν προκειμένην οἰκίαν ὑπὸ σοῦ τοῦ Σερήνου καὶ ἀναβεβιβάσθαι εἰς δραχμὰς χιλίας ὀκτακοσίας καὶ παραδεδόσθαι σοι ταύτην ἐξ ἐπιστολῆς τοῦ κρατίστου διοικητοῦ Οὐεσσιδίου Ῥουφείνου ὑπὸἹέρακος τοῦ στρατηγήσαντος τῷ ἐνεστῶτι τετάρτῳ καὶ εἰκοστῷ ἔτει Μεχεὶρ τριακάδι τῶν δραχμῶν χιλίων ὀκτακοσίων καὶ τῶν ἑπομένων καὶ τὸν βασιλικὸν παραγεγραφέναι σε ἀκολούθως ᾧ μετέδωκεν προσγράφῳ μετὰ τὰς διαγραφείσας ὑπʼ ἐμοῦ δραχμὰς ἑξακοσίας τὰς λοιπὰς δραχμὰς χιλίας διακοσίας καὶ τὰ τούτων προσδιαγραφόμενα, ὁμολογῶ κατὰ προσφώνησιν Ἐπιμάχου ἀσχολουμένου ὠνὴν τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης ἀπεσχηκέναι με παρὰ σοῦ ἃς διέγραψα ὡς πρόκειται ὑπὲρ μὲν τιμῆς καὶ προσδιαγραφομένων δραχμὰς ἑξακοσίας τριάκοντα ἑπτὰ τριώβολον ὑπὲρ δὲ τόκου δραχμὰς ἑξήκοντα ὀκτὼ χαλκοῦς τρεῖς, τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς ἑπτακοσίας πέντε τριώβολον χαλκοῦς τρεῖς , καὶ μηδέν σοι ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μήδε περὶ τούτων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης, καὶ ἐὰν τις ζήτησις περὶ τούτου πρὸς σὲ γένηται ἢ τοὺς παρὰ σοῦ μεταλημψομένους ἐγὼ αὐτὸς τοῦτο ἀναδέξομαι. παρὼν δὲ ὁ πατὴρ μου Σαραπίων Ἑρμίου τοῦ Ἑρμίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς εὐδοκεῖ τοῖς προκειμένοις. κυρία ἡ ἀποχή. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Ἐπεὶφ δ Διογένης ὁ καὶ Διονύσιος Σαραπίωνος Φυλαξιθαλάσσειος ὁ καὶ Ἀλθαιεὺς ἀπέσχον παρὰ τοῦ Σερήνου τὰς προκειμένας ἐπὶ τὸ αὐτὸ δραχμὰς ἑπτακοσίας πέντε τριώβολον χαλκοῦς τρεῖς πλήρης καὶ οὐδὲν αὐτῷ ἐνκαλῶ οὔτε περὶ τούτου οὔτε περὶ ἄλλου οὐδενὸς ἁπλῶς ὡς πρόκειται, καὶ ἐὰν τις ζήτησις περὶ τούτου γένηται πρὸς αὐτὸν ἢ τοὺς αὐτοῦ ἐγὼ αὐτὸς τοῦτο ἀναδέξομαι. Σερῆνος Φιλίσκου τοῦ Σαραπίωνος μητρὸς Ἑλένης εὐδοκῶ τοῖς προκειμένοις καὶ ἔσχον τὰ συμβολα ἐφʼ ὑπογραφῆς σοῦ ὡς πρόκειται. Σαραπίων Ἑρμίου τοῦ Ἑρμίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. Ἐπεὶφ δ …[…]…ι κολλ…[…] κεχρημάτισται […]

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.