Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.diog.16 27. Nov. 207

Quittance avec requête pour un tuteur via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 10692. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

… …[…]…[…]… ὁμολογεῖ Διοσκοροῦς Ἱέρακος ἀστὴ ὡς ἐτῶν λ οὐλὴ ὀφρύϊ δεξιᾷ μετὰ κυρίου οὗ ἑκουσίως αἱροῦμαι διὰ Ἀμμωνίου τοῦ καὶ Σωτηρίχου ἱερέως ἐξηγητοῦ κατὰ τὸν ἐπισταλέντα ὑπὸ αὐτοῦ χρηματισμὸν οὗ ἀντίγραφον ὑπόκειται Σαραπίωνος Ἡρᾶ τοῦ Ἁρποκρατίωνος Νεοκοσμίου τοῦ καὶ Ἀλθαιέως ὡς ἐτῶν λθ οὐλὴ μήλῳ ἀριστερῷ Μάρκῳ Λουκρητίῳ Διογένει καὶ ὡς χρηματίζει ὡς ἐτῶν εἴκοσι τριῶν οὐλὴ ὀφρύϊ ἀριστερᾷ ἀπέχειν παρʼ αὐτοῦ τὴν ὁμολογοῦσαν Διοσκοροῦν διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑξακοσίας πεντήκοντα τέσσαρας οὔσας ἴσας ὧν ἐδανείσατο παρʼ αὐτῆς κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διὰ τοῦ αὐτοῦ γραφείου τῷ διεληλυθότι ἔτειΦαῶφι ἐπὶ τῷ ἀντὶ τῶν τούτων τόκων δραχμιαίων καὶ τροφῶν καὶ ἱματισμοῦ ἔχειν αὐτὴν πρὸς ὑπηρεσίαν δούλην αὐτοῦ Πασιστίλλαν τὴν καὶ Κουνεῖνιν καὶ μὴ ἐπελεύσεσθαι τὴν Διοσκοροῦν μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τὸν Λουκρήτιον Διογένην μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ μήτε περὶ ὧν ἀπεῖχεν τοῦ κεφαλαίου ἀργυρίου δραχμῶν ἑξακοσίων πεντήκοντα τεσσάρων μηδὲ τῆς δηλουμένης ὑπηρεσίας ἀλλὰ μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. ἔστι δὲ τοῦ χρηματισμοῦ τὸ ἀντίγραφον· Ἀμμώνιος ὁ καὶ Σωτήριχος ἱερεὺς ἐξηγητὴς καὶ ἀρχιπρύτανις βουλευτὴς τοῖς τὰ ἀρχεῖα πραγματευομένοις χαίρειν. βιβλιδίων δοθέντων μοι ἐξ ὀνόματος Διοσκοροῦτος Ἱέρακος ἀστῆς τὸ ἴσον ἐπιστέλλεται ὑμῖν διὰ Ἁρπάλου ὑπηρέτου τῆς ἀρχῆς ἵνʼ εἰ μηδὲν ἁπλῶς ἐναντιοῦται συνχρηματίσητε αὐτῇ ἐπὶ τῇ ὑποκειμένῃ οἰκονομίᾳ, κυρίου αὐτῆς ἐπιγραφομένου ὡς ἠξίωσεν Σαραπίωνος Ἡρᾶ τοῦ Σαραπίωνος. ἐπιμέλου τούτου ὡς καθήκει. ἔρρωσο. ἔτους ιϛ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Ἁθὺρ λ. Ἀμμωνίῳ τῷ καὶ Σωτηρίχῳ ἱερεῖ ἐξηγητῇ παρὰ Διοσκοροῦτος Ἱέρακος ἀστῆς μετὰ κυρίου οὗ ἑκουσίως αἱροῦμαι διὰ σοῦ Σαραπίωνος Ἡρᾶ τοῦ Σαραπίωνος Νεοκοσμίου τοῦ καὶ Ἀλθαιέως. ἀπολαμβάνουσα παρὰ Μάρκου Λουκρητίου Διογένους καὶ ὡς χρηματίζει ἀργυρίου δραχμὰς ἑξακοσίας πεντήκοντα τέσσαρας ὀφειληθείσας μοι κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διὰ τοῦ ἐνθάδε γραφείου τῷ διεληλυθότι ιε ἔτει ἐπὶ τῷ ἀντὶ τῶν τούτων τόκων ὑπηρετήσειν δούλην αὐτοῦ Πασιστίλλαν τὴν καὶ Κουνεῖνιν, καὶ ἀποχὴν ἐκδιδομένη, ἐνποδίζομαι μὴ ἔχουσα τὸν ἀπὸ τῶν νόμων ἐπιγραφησόμενόν μου κύριον τῷ ἄνανδρόν με εἶναι καὶ μὴ παρεῖναί μοι πατέρα μηδὲ πατρὸς πατέρα μηδὲ ἔχειν με ἀδελφὸν ἢ υἱόν· ὅθεν αἱρουμένη διὰ σοῦ τὸν προδεδηλωμένον Σαραπίωνα ἐπιδίδωμι καὶ ἀξιῶ ἐπισταλῆναι τοῖς τὰ ἀρχεῖα πραγματευομένοις συνχρηματίζειν μοι ποιουμένῃ τὴν ἀποχὴν τῶν προκιμένων δραχμῶν μετὰ κυρίου τοῦ Σαραπίωνος ἀνεμποδίστως. ἀνέγνων. Ἅρπαλος πρυτανικὸς καὶ ἐξηγητικὸς ὑπηρέτης μετενήνοχα. χρόνος ὁ αὐτός.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.