no image
DDbDP-text
Donatio mortis causa via HGV-meta
Linked by Trismegistos ID
TM 10690.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ
Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Ἁδριανοῦ
ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. Ἰσιδώρα Πτολεμαίου, ἀπὸ τῆς μητροπόλεως τοῦ Ἀρσινοείτου νομοῦ ἀπὸ ἀμφόδου
Ἱερᾶς Πύλης, μετὰ κυρίου τοῦ ἀνδρός μου Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως καὶ ὡς χρηματίζει. μεσιτείας μου γεναμένης καὶ διέταξα τῷ υἱῷ μου Ἰσιδώρῳ πρὸ μιᾶς ἡμέρας μου τοῦ θανάτου εἴ τί μοι
ὑπάρχει ἀγρῶν τε καὶ οἰκοπέδων καὶ χρυσία καὶ ἱμάτια καὶ …
…ετωε… ὅσα ἔχω κατὰ συνγραφὴν πρὸς τὸν ἄνδρα μου
Λουκρήτιον Διογένην χωρὶς τῶν παιδαρίων μου δύο καὶ ἀργυρίου δραχμὰς πεντακοσίας · ταῦτα γὰρ ἀποχαρίζομαι τῷ ἀνδρί
μου Λουκρητίῳ Διογένει· οὐ βούλομαι αὐτὸν ἐκπρᾶξαι τὰ δύο παιδάριά μου καὶ τὰς δραχμὰς πεντακοσίας διότι προαπεχαρισάμην
αὐτῷ· ἔχω δὲ χρυσία κλάνια ζεῦγος ἓν μναιαίων δύο καὶ ψελίων ζεῦγος ἓν μναιαίων τριῶν καὶ ὁμοίως ἄλλα χρυσία τετάρτας
πέντε καὶ τὰ ἱμάτιά μου καὶ τὰ χαλκωμάτια. ταῦτα πάντα διέταξα
τῷ υἱῷ μου· διέταξα δὲ τὸ ζεῦγος τῶν κλανίων μου πραθῆναι
καὶ ἀναλωθῆναι εἰς τὴν περιστολήν μου. τὴν δὲ μητέρα μου
Ἁρποκρατίαινην καὶ τὸν ἄνδρα μου πατέρα τοῦ υἱοῦ μου Λουκρήτιον
Διογένην φροντίζειν τοῦ υἱοῦ μου καὶ χορηγεῖν τῇ τροφῖτι ὑπὲρ αὐτοῦ τὰ τροφεῖα ἐκ τῶν ἐμῶν πάντων· διέταξα δὲ ταῦτα
πάντα παρόντος Σαραπάμωνος Οὐαλερίου μισθωτοῦ ἑξαμαρτύρων
κώμης Φιλαδελφείας καὶ τῆς μητρός μου Ἁρποκρατιαίνης καὶ τῆς
ἀδελφῆς μου Κοτις… καὶ Αὐρηλίου Ἰγνατίου Ἀπολλιναρίου καὶ τοῦ
προγεγραμμένου μου κυρίου καὶ ἀνδρὸς Λουκρητίου Διογένους καὶ Μάρκου Αὐρηλίου
Σερήνου. κυρία ἡ μεσιτεία. Ἰσιδώρα Πτολεμαίου διέταξα τῷ υἱῷ μου τὰ προκίμενα διὰ τῶν προκιμένων μεσιτῶν ὡς
πρόκιται. Μᾶρκος Λουκρήτιος Διογένης ὁ ἀνὴρ καὶ κύριος ἔγραψα ὑπὲρ τῆς γυναικός μου Ἰσιδώρας ἀγραμμάτου καὶ παρήμην τῇ μεσιτείᾳ. Σαραπάμμων μισθωτὴς ἑξαμαρτύρων
κώμης Φιλαδελφείας ἔγραψα τὴν μεσιτείαν ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.