Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.3.494 28. Okt. - 26. Nov. 165Oxyrhynchos

Will of Acusilaos via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 20630. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον. ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Γερμανικείου λ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διεθέμην νοῶν καὶ φρονῶν Ἀκουσίλαος Δείου τοῦ Διονυσίου τοῦ καὶ Ἀκουσιλάου μητρὸς Διονυσίας Θέωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τὴν διαθήκην ταύτην, ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω ἐλεύθερα ἀφίημι ὑπὸ Δία Γῆν Ἥλιον κατʼ εὔνοιαν καὶ φιλοστοργίαν δοῦλά μου σώματα Ψεναμοῦνιν τὸν καὶ Ἀμμώνιον καὶ Ἑρμᾶν καὶ Ἀπολλωνοῦν τὴν καὶ Δημητρίαν καὶ θυγατέρα αὐτῆς Διογενίδα καὶ ἄλλην μου δούλην Διογενίδα, καταλείπω δὲ τῇ γυναικί μου οὔσῃ καὶ ἀνεψιᾷ Ἀριστοῦτι τῇ καὶ Ἀπολλωναρίῳ Ἡρακλείδου τοῦ Διονυσίου τοῦ καὶ Ἀκουσιλάου μητρὸς Ἡραίδος Ἀλεξάνδρου εὐνοούσῃ μοι καὶ πᾶσαν πίστιν μοι ἐνδεικνυμένῃ ἃ ἐὰν ἀπολίπω ἔπιπλα καὶ σκεύη καὶ χρυσία καὶ ἱμάτια καὶ κόσμα καὶ πυρὸν καὶ ὄσπρεα καὶ γενήματα καὶ ἐνδομενείαν πᾶσαν καὶ ὀφειλήματα ἔνγραφα καὶ ἄγραφα, κληρονόμον δὲ ἀπολείπω τὸν γεγονότα μοι ἐκ τῆς προγεγραμμένης μου γυναικὸς Ἀριστοῦτος τῆς καὶ Ἀπολλωναρίου υἱὸν Δεῖον ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, ὧν ἐὰν ἀπολίπω ὑπαρχόντων καὶ ἑτέρων δούλων σωμάτων καὶ τῶν ἀπὸ τοῦ νῦν ἐσομένων ἐκ τῶν προγεγραμμένων θηλειῶν δούλων ἐκγόνων, ὧν παντων τὴν χρῆσιν καὶ προσόδους πάσας μετὰ τὰ δημόσια ἕξει ἡ αὐτὴ γυνή μου Ἀριστοῦς ἡ καὶ Ἀπολλωνάριον ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον καὶ τὴν δουλείαν καὶ ἀποφορὰς τῶν μετὰ τελευτὴν μου ἐλευθερουμένων δούλων σωμάτων. ἡ δʼ αὐτὴ γυνή μου χορηγήσει τῷ υἱῷ μου Δείῳ εἰς διατροφὴν αὐτοῦ καὶ τὴν ἄλλην δαπάνην κατὰ μῆνα ἐν Ὀξυρύγχων πόλει πυροῦ μέτρῳ ἐξοδιαστικῷ … ἀρτάβας δύο καὶ δραχμὰς ἑξήκοντα καὶ ὑπὲρ ἱματισμοῦ κατʼ ἔτος δραχμὰς διακοσίας , τῇ δʼ αὐτῇ γυναικὶ Ἀριστοῦτι τῇ καὶ Ἀπολλωναρίῳ ἐξέστω διʼ αὐτῆς πωλεῖν καὶ ὑποτίθεσθαι ἃ ἐὰν αἱρῆται ἀφʼ ὧν ἐὰν ἀπολίπω τῷ υἱῷ μου Δείῳ ὑπαρχόντων καὶ σωμάτων καὶ καταχρᾶσθαι εἰς τὸ ἴδιον χρέος τοῖς ἐμπεσουμένοις ἤτοι ἐκ πράσεως καὶ ἐξ ὑποθήκης ἀργυρίοις. ἡ δʼ αὐτὴ γυνή μου Ἀριστοῦς ἡ καὶ Ἀπολλωνάριον ἀποδώσει πάντα ἃ ἐὰν φανῶ ὀφείλων, δώσει δὲ ἡ γυνή μου καὶ μετὰ τελευτὴν αὐτῆς ὁ υἱός μου Δεῖος τοῖς δούλοις μου καὶ ἀπελευθέροις εἰς εὐωχίαν αὐτῶν ἣν ποιήσονται πλησίον τοῦ τάφου μου κατʼ ἔτος τῇ γενεθλίᾳ μου ἐφʼ ᾧ διέπειν ἀργυρίου δραχμὰς ἑκατόν . ὅσα δʼ ἂν ὑπὸ τὸ ἐκδόσιμον τῆς διαθήκης γράψω ἤτοι ἀφαιρούμενός τι ἢ προσδιατάσσων ἢ ἑτέροις χαριζόμενος ἢ καὶ ἄλλο τι βουλόμενος καὶ αὐτὰ ἔστω κύρια ὡς δʼ εἶναι τῇ διαθήκῃ ἐνγεγραμμένα, παρὰ δὲ ταῦτα μὴ οὔσης μηδενὶ τῷ καθόλου ἐξουσίας παραβαίνειν, τὸν δὲ παραβησόμενον ἐκτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου τάλαντα δύο καὶ εἰς τὸ δημόσιον τὰ ἴσα καὶ μηδὲν ἧσσον μένειν κύρια τὰ προκείμενα. ἡ διαθήκη κυρία. Ἀκουσίλαος Δείου ὁ προγεγραμμένος πεποίημαι τὴν διαθήκην ἧς ὅλον τὸ σῶμά ἐστίν μου ἰδιόγραφον ἐπὶ πᾶσι τοῖς προκειμένοις, καὶ εἰμὶ ἐτῶν μη οὐλὴ ποδὶ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Θώνιος. Δίδυμος Ὀννώφριος τοῦ καὶ Χαιρήμονος Ἡρώδου ἀπʼ Ὀξυρύγχων πόλεως εἷς τῶν μαρτυρησάντων τῇ προκιμένῃ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖδα οὖσαν γλύμματος Ἑρμοῦ καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδι. Ἀσκληπιάδης Εὐδαίμονος τοῦ Ἀσκληπιάδου απʼ Ὀξυρύγχων πόλεως ἕτερος τῶν μαρτυρησάντων τῇ προκειμένῃ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖδα οὖσαν γλύμματος Σαράπιδος καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδι. Δίδυμος Διδύμου τοῦ Ἐνθέσμου ἀγορανόμος τῆς Ὀξυρυγχιτῶν πόλεως ἕτερος τῶν μαρτυρησάντων τῇ αὐτῇ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖδα οὖσαν γλύμματος Ἀπόλλωνος καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδι. Ἀσκληπιάδης Ἀσκληπιάδου τοῦ Παυσιρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως ἕτερος τῶν μαρτυρησάντων τῇ αὐτῇ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖδα οὖσαν γλύμματος Ἡρακλέους καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδι. παρετέθη ϛ ἔτους Ἁθύρ.

Translations (1)

EN scholarly · from P.Oxy. 3
There follow similar signatures of three other witnesses, whose seals represented respectively Sarapis, Apollo, and Heracles.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.