no image
DDbDP-text
Will via HGV-meta
Linked by Trismegistos ID
TM 78605.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ ιγ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος ἀγαθῇ τύχηι.
τάδε διέθετο νοῶν καὶ φρονῶν Ἀχιλλᾶς Ἡρακλείου τοῦ Θέωνος μητρὸς Ταποντῶτος Νααρωοῦτος ἀπὸ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με
τὴν τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τὴν διαθήκην ταύτην, ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δʼ ἐπὶ τῇδε τῇ διαθήκῃ
τελευτήσω καταλείπω κληρονόμους ἃ ἐὰν ἔχω τέκνα καὶ Ἀμόιν καὶ Ζωίλον ἀμφοτέρους Ἁτρέως τοῦ Ἀλεξᾶτος μητρὸς Ἡρακλοῦτος Ἀρχίου ἀπὸ τῆς αὐτῆς
πόλεως[…]ἐξ ἴσου ἑκάτερον δʼ αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μὴ τὰ τούτου τέκνα, ἐὰν δὲ μὴ ἔχω τέκνα μόνους τοὺς προγεγραμμένους Ἀμόιν
καὶ Ζωίλον ἢ τὸν ἀπʼ αὐτῶν περιόντα πάντων ὧν ἐὰν ἀπολίπω καθʼ ὁνδηποτοῦν τρόπον, ἐπὶ τῷ τοὺς διαδεξαμένους τὰ ἡμέτερα δοῦναι μετʼ ἐνιαυτὸν ἕνα τῆς τελευτῆς μου[…]ἃς διατάσσω αὐτῷ ἀργυρίου δραχμὰς εἴκοσι , οὐκ οὔσης οὐδενὶ τῷ καθόλου ἐξουσίας παραβαίνειν, τὸν
δὲ παραβησόμενον ἀποτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον
κύρια μένειν τὰ προκείμενα. ἡ διαθήκη κυρία. Ἀχιλλᾶς Ἡρακλείου τοῦ Θέωνος πεποίημαι τὴν διαθήκην καὶ μετὰ τελευτήν μου καταλείπω κληρονόμους ἃ ἐὰν ἔχω τέκνα καὶ Ἀμόιν καὶ Ζωίλον ἀμφοτέρους Ἁτρέως ἐξ ἴσου, ἐὰν
δὲ μὴ ἔχω τέκνα μόνους τοὺς Ἀμόιν καὶ Ζωίλον ἢ τὸν ἀπʼ αὐτῶν περιόντα πάντων ὧν ἐὰν ἀπολίπω καθʼ ὁνδηποτοῦν τρόπον, ἐπὶ τῷ τοὺς διαδεξαμένους τὰ ἡμέτερα δοῦναι μετʼ ἐνιαυτὸν ἕνα τῆς τελευτῆς μου[…]ἀργυρίου δραχμὰς εἴκοσι ὡς πρόκειται. εἰμὶ ἐτῶν μδ οὐλὴ παρʼ ὦμον ἀριστερὸν καὶ
ἔστιν μου ἡ σφραγὶς[…]…ολ τοῦ Γλαυκίου μητρὸς Σαμβοῦτος ἔγραψα ὑπὲρ τοῦ ἐξανεψίου μου μὴ εἰδότος γράμματα καὶ εἰμὶ ἐτῶν ν ἄσημος. Θομοῆρις Θομοήριος τοῦ Θομοήριος μητρὸς Δημαροῦτος ἀπὸ τῆς αὐτῆς
πόλεως μαρτυρῶ τῇ τοῦ Ἀχιλλᾶτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν ἑξήκοντα τεσσάρων οὐλὴ παρʼ ὀφρύι ἀριστερᾷ καὶ ἔστιν μου ἡ σφραγὶς προτομὴ Σαράπιδος. Ἑκάτων[…]μμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Ἀχιλλᾶτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν
[…]θον…[…]…[…]…[…]νης Εὐδαίμονος τοῦ Διογενοῦς μητρὸς Ἰσιδώρας ἀπὸ τῆς αὐτῆς πόλεως
μαρτυρῶ τῇ τοῦ Ἀχιλλᾶτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν[…]…[…]ἀριστερῷ καὶ ἔστιν μου ἡ σφραγὶς
[… ? lines lost …]
[…]…[…]…[…]…[…]
[…]καὶ ες… μου ἡ σφραγὶς Ἑρμοῦ […]
[…]μαρτυρῶ τῇ τοῦ Ἀχιλλᾶτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.