Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.3.492 22. Febr. 130Oxyrhynchos

Will of Thatres via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 20628. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κη, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Θατρῆς Ἀμμωνίου τοῦ Σαραπίωνος μητρὸς Τσενθοτσύμιος τῶν ἀπὸ τοῦ Τρύφωνος Ἰσίου τῆς κάτω τοπαρχίας καταγεινομένη ἐν Ὀξυρύγχων πόλει μετὰ κυρίου τοῦ τῆς ἀνεψιᾶς αὐτῆς Ἡρακλοῦτος Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Ταυσείριος τῆς καὶ Σαραποῦτος υἱοῦ Ὡρίωνος τοῦ καὶ Θέωνος Σαραπίωνος τοῦ […]…ν[…]…εως τῶν ἀπὸ Ἰβίωνος Ἀμμωνίου τῆς αὐτῆς κάτω τοπαρχίας ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν πᾶν ὃ ἐὰν βούλωμαι περὶ αὐτῶν ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ πρὸς ἀκύρωσιν ἄγειν τήνδε τὴν διαθήκην ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν ἐπιτελέσασα καταλείπω κληρονόμους Πτολλίωνα Θέωνος τοῦ Πτολλίωνος μητρὸς Ἰσαρεῦτος τῆς Θέωνος καὶ τὸν τούτου ὁμομήτριον ἀδελφὸν Θέωνα Θέωνος τοῦ Θέωνος τοῦ καὶ Ἀπολλωνίου τοῦ Θέωνος ἀμφοτέρους ἀπʼ Ὀξυρύγχων πόλεως κατὰ φιλοστοργίαν κοινῶς ἐξ ἴσου ἑκάτερον αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, τῆς ὑπαρχούσης μοι ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ὧν ἐὰν ἀπολίπω δούλων σωμάτων καὶ ἄλλων καθʼ ὁνδηποτοῦν τρόπον παντοίων πάντων, οὐκ ἐξόντος τοῖς αὐτοῖς κληρονόμοις μου τῷ καθόλου παραδέχεσθαι εἰς τὴν δηλουμένην μου οἰκίαν τὸν τοῦ ἑτέρου αὐτῶν Θέωνος πατέρα Θέωνα Θέωνος τοῦ καὶ Ἀπολλωνίου τοῦ Θέωνος μητρὸς Ἑλένης ἐφʼ ὅλον τὸν τῆς ζωῆς αὐτοῦ χρόνον παρευρέσει οὐδεμιᾷ ἀλλʼ οὐδὲ οὐδενὶ παραβαίνειν τι τῶν ὑπʼ ἐμοῦ διατεταγμένων ἢ χωρὶς τοῦ ταῦτα μένειν κύρια … ἐκτείσει ὁ ἐπιχειρῶν πρὸς ἀθέτησίν τι τούτων ἄγειν ἐπιτίμου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἦσσον, ἄλλῳ δὲ οὐδενὶ οὐδὲν τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη κυρία. Θατρῆς Ἀμμωνίου τοῦ Σαραπίωνος πεποίημαι τὴν διαθήκην καὶ καταλείπω μετὰ τὴν τελευτήν μου κληρονόμους Πτολλίωνα Θέωνος τοῦ Πτολλίωνος μητρὸς Εἰσαρεῦτος καὶ τὸν τούτου ὁμομήτριον ἀδελφὸν Θέωνα Θέωνος τοῦ Θέωνος τοῦ καὶ Ἀπολλωνίου κοινῶς ἐξ ἴσου ἧς ἔχω ἐπὶ Ἱππέων Παρεμβολῆς οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ ὧν ἐὰν ἀπολίπω δούλων σωμάτων καὶ ἄλλων καθʼ ὁνδηποτοῦν τρόπον πάντων, οὐκ ἐξόντος αὐτοῖς τῷ καθόλου παραδέχεσθαι εἰς τὴν οἰκίαν μου τὸν τοῦ ἑτέρου αὐτῶν Θέωνος πατέρα Θέωνα Θέωνος τοῦ καὶ Ἀπολλωνίου ἐφʼ ὅλον αὐτοῦ τὸν τῆς ζωῆς χρόνον, ἐπὶ δὲ πάντων ὡς πρόκειται. εἰμὶ ἐτῶν ογ οὐλὴ καρπῷ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἴσιδος. Ὡρίων ὁ καὶ Θέων Σαραπίωνος Ἀπίωνος ὁ τῆς ἀνεψιᾶς αὐτῆς υἱὸς ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα καὶ εἰμὶ ἐτῶν μ οὐλὴ παρὰ κανθὸν ἀριστεροῦ ὀφθαλμοῦ. Ἀπίων Ζωίλου τοῦ Ἀπίωνος μητρὸς Νειλαροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν μδ οὐλὴ ὑπὸ γένειον καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Φάλαγξ Διογένους τοῦ καὶ Φάλαγγος Ἁρπάλου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν τεσσαράκοντα οὐλὴ ἀντικνημίῳ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἁρποχράτου. Ἡρᾶς ἐπικαλούμενος Γάιος Κινᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν με ἀντικνημίωι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς φιλοσόφου. Ἀπολλώνιος Ἀσκληπιάδου τοῦ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν ἑβδομήκοντα οὐλὴ παρὰ κανθὸν τὸν ἐκτὸς δεξιοῦ ὀφθαλμοῦ καὶ ἔστιν μου ἡ σφραγὶς Ἑρμοῦ. Θέων Ἀγαθείνου τοῦ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν ξα οὐλὴ ἀντικνημίῳ ἀριστερῷκαὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Σαραπίων Φερέμφιος θέσει Πο…[…] […]…[…]ς ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν λϛ ἄσημος καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. […]μνημονείου.

Translations (1)

EN scholarly · from P.Oxy. 3
Signatures of Thatres written for her by her guardian Horion, and of six witnesses in the usual style, and docket of the record office.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.