Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

cpr.6.1 21. Febr. 125Ptolemais Euergetis (Arsinoites)

Testament via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 9871. Each record below describes this same artifact or text from a different angle.

  • Testament HGV-meta Ptolemais Euergetis (Arsinoites)21. Febr. 125

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κζ. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ξανδικοῦ κζ Μεχεὶρ κζ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. τάδε διέθετο νοῶν καὶ φρονῶν Ἀμμώνιος Ἀπίωνος τοῦ Θέωνος μητρὸς Ἰσαροῦτος τῆς Ὡρίωνος ἀναγραφόμενος ἐπʼ ἀμφόδου[…]ου ὡς ἐτῶν[…] […]εἴη μέν μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον εἶναι πωλοῦντα ὑπότιθέμενον μεταδιατιθέμενον οἰκονομοῦντα τὰ ἐμαυτοῦ ὡς ἐὰν αἱρῶμαι. ἐὰν δὲ τελευτήσω[…]…[…]…ε…[…]τὰ τέκνα μου ἐκ τῆς[…]γυναικὸς Ἀφροδειτοῦτος τῆς Νείλου …[…]…[…] […]μ[…] ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων οἰκίαν καὶ αὐλὴν περὶ τὴν κώμην Κερκεσοῦχα[…]ἄρουρας πέντε καὶ ἐλαιωνοπαραδείσου ἄρουραν μίαν καὶ φοινικῶνος ἀρούρας ἥμισυ οὔσας ἐπὶ τὸ πᾶν ἀρούρας ἓξ ἥμισυ ἢ ὅσαι ἐὰν ὦσιν α…ε…[…]…[…] […]…ατι[…]…[…]κιος καὶ ἃ ἐὰν καταλείπω ὑπάρχοντα καὶ τὰ ἐλευσόμενα εἴς με ἀφʼ οὗ δήποτε οὖν τρόπου. ἔτι δὲ καὶ[…]…ε… […]…τα[…]τῇ δὲ γυναικί μου Ἀφροδειτοῦτι τὰ ὑπʼ ἐμοῦ καταλειφθησόμενα ἐπίπλα καὶ σκευὴ καὶ ἐνδομενίαν καὶ ἱματισμὸν ἠδὲ καὶ ἐνοίκησιν ἐφʼ ὅσον χρόνον περίεστι καὶ ἄγαμος καθέστηκεν τῆς καταλειπομένης ὑπʼ ἐμοῦ τοῖς τέκνοις ὡς πρόκειται οἰκίας καὶ αὐλῆς ἐπʼ ἀμφόδου Βειθυνῶν Ἄλλων Τόπων[…]…τὴν γυναῖκά μου[…] ἐπίτροπον κα…στασιν τῶν ἐξ ἀλλήλων ἀφηλίκων τέκνων ἄχρι οὗ ἐν ἡλικίᾳ γένηται οὖσαν ἀνεπιτρόπευτον καὶ ἀνεγλόγιστον[…] […]…τητον κατὰ πάντα τρόπον οὐθὲν μέντοι ἁπλῶς ἐξαλλοτριοῦσαν οὐδὲ καταχρηματίζουσαν τῶν ἀνηκόντων[…]…κα… ἠδὲ πα…[…] […]οις τοῖς τέκνοις παραδότω ἡ μήτηρ αὐτῶν Ἀφροδειτοῦς τὰ ὑπάρχοντα καθαρὰ ἀπὸ δημοσίων πάντων καὶ πάσης δαπάνης… ἡ γυνὴ ποιήσεται[…] […] τὴν κηδείαν μου καὶ κατασκαφὴν καὶ ἐνχώριον θεραπείαν εἰς ἣν ἀναλωσάτω ἀργυρίου δραχμὰς τετρακοσίας τῆι ἱεροσύνηι. ἃς δὲ ἔχω ἐν θέματι ἐπὶ τῆς Πάππου τραπέζης ἀργυρίου δραχμὰς τρισχιλίας διακοσίας βούλομαι κατατεθῆναι εἰς ἀγορασμὸν εὐάρεστον ἐπʼ ὀνόματος τῶν τέκνων γενομένων μου […] […]…[…]…ν[…]…καὶ …[…]… ἐπακολουθοῦντος πᾶσι τοῖς τῆι ἐπιτροπῇ ἀνηκοῦσι καὶ τῶι ἀγορασμῶι τοῦ ἀδελφοῦ μου Θέωνος μόνου. ἐν δὲ οἷς ἐνοφειλομένοις ἐστὶν καὶ δάνειον τῆς μητρός μου Ἰσαροῦτος ἀργυρίου δραχμῶν χιλίων γενόμενον κατὰ πίστιν ἐπʼ ὀνόματος τοῦ ἀδελφοῦ μου Θέωνος. ἄλλῳ δὲ οὐδὲν οὐδενὶ καταλείπω. Θέων Πετερμουθίωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ ὀφρύι ἀριστερᾷ, Μυσθαρίων Ζωίλου ὡς ἐτῶν ἑξήκοντα ἐννέα ἄσημος, Ἐπίμαχος ὁ καὶ Γέτας Δημητρίου ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς, Διδᾶς Πτολεμαίου ὡς ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ μήλῳ δεξιῶι, Ἥρων Ἁρποκρατίωνος ὡς ἐτῶν […]κοντα οὐλὴ μεσοφρύωι, Πτολεμαῖος Ἀπολλωνίου ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς. οἱ ἓξ μάρτυρες. Ἀμμώνιος Ἀπίωνος τέθειμαι τὴν διαθήκην καταλείπων τοῖς τέκνοις μου Ἀπίωνι καὶ Ἀφροδιτοῦτι ἐξ ἴσου τὰ ὑπάρχοντά μου πάντα καὶ ἐνοφειλόμενα, τῇ δὲ γυναικὶ Ἀφροδιτοῦτι τὴν ἐνδομενείαν καὶ ἱματισμὸν καὶ ἐνοίκησιν οἰκίας καὶ αὐλῆς[…]…τ…τεκν[…]…[…]… συνεπείσθην τοῖς προγεγραμένοις· ἃς δὲ ἔχω ἐν θέματι ἐπὶ τῆς Πάππου τραπέζης ἀργυρίου δραχμὰς τρισχιλίας διακοσίας βούλομαι κατατεθῆναι […] τοῖς τέκνοις μου ἐπακολουθοῦντος τῇ ἐπιτροπῇ καὶ τῷ ἀγορασμῷ τοῦ ἀδελφοῦ μου Θέωνος καθὼς πρόκιται καὶ σφραγιῶ γλύμματι Σαράπιδος. ἐν δὴ οἷς ἐνοφειλομένοις μοί ἐστιν καὶ δάνειον τῆς μητρὸς δραχμῶν χιλίων γενόμενον κατὰ πίστιν ἐπʼ ὀνόματος τοῦ ἀδελφοῦ μου Θέωνος. Θέων Πετερμουθίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Μεσθασύθμιδος. Μυσθαρίων Ζωίλου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἑρμοῦ. Ἐπίμαχος ὁ καὶ Γέτας Δημητρίου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἁρποχράτου. Διδᾶς Πτολεμαίου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἴσιδος. Ἥρων Ἁρποκρατίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἄμμωνος. Πτολεμαῖος Ἀπολλωνίου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἀγαθοῦ Δαίμονος. Λούκιος ὁ καὶ Ἑρμίας καὶ οἱ ……διαδ[…]……[…] ἔτους θ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κζ …[…]…υροσημ…[…]… τὴν προκειμένην διαθήκην εξεν…[…]……[…] του[…]……[…]…[…]……[…] …[…]…[…]…[…] […]……[…]…υκ[…]…[…]ε[…]…

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.