no image
DDbDP-text
Gesuch um Registrierung einer Hypothekarurkunde via HGV-meta
Linked by Trismegistos ID
TM 22330.
Each record below describes this same artifact or text from a different angle.
[column 1]
[…]τῷ καὶ Σερήνῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων
παρὰ Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος Ἥρωνος ἀστῆς. τῆς προειμένης τῷ πατρί μου Ἥρωνι
Ἀντωνᾶτος Πανίσκου Ἀρχιστρατείῳ τῷ καὶ Ἀλθαιεῖ τρισσῆς ἀσφαλείας σὺν τοῖς μετὰ τὸν χρόνον
γράμμασι καὶ τῆς ὑπʼ αὐτὴν ὑπογραφῆς ἀντίγραφον ὑποτέτακται. Σαραποῦς Παυσείριος πρεσβυτέρου
μητρὸς[…]ος ἀπὸ κώμης Μοιρῶν τοῦ Κουσσείτου ἄνω μετὰ κυρίου τοῦ ἀδελφοῦ τῶν
αὐτῶν γονέων ἀπὸ τῆς αὐτῆς κώμης Ἥρωνι Ἀντωνᾶτος Πανίσκου Ἀρχιστρατείῳ τῷ καὶ Ἀλθαιεῖ μητρὸς Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος ἀστῆς χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρά σου διὰ
χειρὸς ἐξ οἴκου χρῆσιν κεφαλαίου ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς δισχιλίας γίνονται τάλαντον α καὶ δραχμὰς Β, ὃ καὶ ἀποδώσω σοι εἴσω μηνῶν δέκα ἀπὸ τοῦ ὄντος μηνὸς Μεσορὴ τοῦ ἐνεστῶτος ιη ἔτους Μάρκου Αὐρηλίου
Ἀντωνείνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Καισάρων τῶν Κυρίων ἀνυπερθέτως, πρὸς δὲ τὴν
τοῦ προκειμένου κεφαλαίου ἀσφάλειαν ὑπαλλάσσω σοι κατὰ τόδε τὸ χειρόγραφον τὸ ὑπάρχον μοι ἥμισυ μέρος τῶν ὑπογεγραμμένων κατοικικῶν ἀρουρῶν ʼμα 𐅸, ὅ ἐστιν ἀρουρῶν κ 𐅵 η οὐσῶν ἐν[…]…
[…]κοίταις, ὧν μιᾶς βορρᾶ […] τοῦ Δωροθέου …[…] κλήρου περὶ τὸ Λυσιμάχου
[…]…[…]…[…]γείτονες τῆς ὅλης κοινωνίας νότου[…]
[…]…α…[…]…[…]ν[…]ον κλήρου, λιβὸς ὑπόλογος
[…]…ρ…[…] Πανίσκου …[…]ἀπηλιώτου καὶ βορρᾶ δημοσία γῆ, καὶ[…]
[…]…τινης …[…]…θ…ω[…]πρότερον Τερεῦτος Ψενανούπιος
[…]ωνος Φίβιος καὶ Ἀρταβάζου κλήρου ἀρούρας β 𐅵 ὧν γείτονες νότου …[…]
[…]… καὶ ἐκ τοῦ …οτα…[…]ι…νου Ἀρ[…]ἀρούρας[…], βορρᾶ κληρονόμοι Δίου Ἡρᾶτος[…]
[…] Ἀχιλλέως καὶ Ἀντ…[…]…[…]……[…]ου, τῶν λοιπῶν ἀνέμων[…], καὶ ἐκ τοῦ Γλαυκίου κλήρου ἀρούρης 𐅵 η […]…, ἧς γείτονες[…] καὶ λιβὸς κληρο[…]
[…], καὶ ἐκ τοῦ Χρήστου κλήρου ἀρούρας […]…αγυη[…]διῶρυξ, καὶ ἐκ τοῦ Δωσιθέουκλήρου ἀρούρας[…]…ο… Παυσείριος μεσ[…]ου, βορρᾶ τοῦ …[…]πρότερον Ποσιδωνίου Ωρε[…]
[…]ἀρούρην α …, ἧς γείτονες …[…], ἧς γείτονες νότου …
[…]…[…] κλήρου καὶ ἐκ
[…]πρότερον Ἑρμαίου Κασσάνδρου, […]… Φρόντωνος ἀπηλιώτου …
[…], καὶ ἐκ τοῦ Καλλιστράτου κλήρου[…]…[…]… λιβὸς ὅριον κληρονόμων
[…]τῶν λοιπῶν ἀνέμων ὑπόλογος, καὶ ἐκ τοῦ Δωροθέου κλήρου κοινῆς ἀρουρῶν ι, ὧν
γείτονες · νότου[…]Ἡρωνοῦτος Πανίσκου ἀστῆς καὶ ἄλλων, βορρᾶ Σαραπίωνος πρεσβυτέρου, […]β
[…]……ν κλήρου, λιβὸς πρότερον Νεάρχου Ἑρμοδώρου καὶ Ψενανούβιος
[…]τῶν προκειμένων ἀρουρῶν μα δ, καὶ περὶ τὴν αὐτὴν ἐν περιμέτροις
[…] ὁλόκληρον τέταρτον μέρος παραδείσου σὺν τοῖς ἐνοῦσι φυτοῖς πᾶσι
[…]σπέρματι ἀρούρης μιᾶς ἡμίσους τετάρτου οὗ γείτονες νότου καὶ ἀπηλιώτου Πε…
[…]τόποι ἀδέσποτοι, τῶν λοιπῶν δυεῖν ἀνέμων ὅριον αὐλῶνος, ἀντὶ δὲ τῶν
τοῦ ὑπερπεσόντος χρόνου δραχμιαίων τόκων ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον τὴν τοῦ προ…
[…]ἡμίσους μέρους τῶν ἀρουρῶν μα δ καὶ τετάρτου μέρους τοῦ παραδείσου …α…ε
[…] καρπείαν καὶ διαμίσθωσιν καὶ πρόσοδον πᾶσαν, ἢ πρᾶξιν ποιήσασθαι
ἔκ τε ἐμοῦ καὶ ἐκ τοῦ πεπραγμένου ὑπαλλάγματος καὶ ἐκ τῶν λοιπῶν ὑπαρχόντων πάντων καθάπερ ἐκ δίκης·καὶ ἐντεῦθεν φυλάξω τὸ προκείμενον ὑπάλλαγμα ἑτέροις καὶ ἀνεξαλλοτρίωτον καὶ ἀνεπιδάνειστον ἄχρι οὗ ἀποδῶ ἢ πραχθῶ τὸ προκείμενον ἀργύριον ἐν τῇ
[column 2]
ὡρισμένῃ προθεσμίᾳ καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπό τε δημοσίων
καὶ ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς. ἡ ὑπαλλαγὴ κυρία ὡς ἐν δημοσίῳ
ἀρχείῳ κατακεχωρισμένη, ἣν καὶ τρισσήν σοι προηκάμην καθαρὰν ἀπὸ
ἀλειφάδος καὶ ἐπιγραφῆς καὶ χαράξεως ἔτει ιη Αὐτοκρατόρων Καισάρων
Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν
Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων
Μεσορὴ ιε. Ἑρμάμμων Σαραπάμμωνος ἔγραψα τὸ σῶμα. Σαραποῦς Παυσείριος
ἔσχον τὰ τοῦ ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς δισχιλίας καὶ ἀποδώσω
σοι καὶ ὑπήλλαξα καὶ παρέξω κατὰ μισθοκαρπίαν ὡς πρόκειται. Σαραπίων Παυσείριος ἐπιγέγραμμαι τῆς ἀδελφῆς μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. ταύτης οὔσης καὶ μετηλλαχότος τοῦ πατρός μου
Αὐρηλίου Ἥρωνος ἐπὶ κληρονόμοις ἀφʼ ἧς ἀπέλειπεν διαθήκης ῥωμαικῆς τῷ ε ἔτει θεοῦ Σεουήρου Ἀλεξάνδρου Μεχείρ, τῆς καὶ νομίμως λυθείσης τῷ
ιγ ἔτει ὁμοίως μηνὶ Μεχείρ, ἐμοί τε τῇ θυγατρὶ αὐτοῦ ἐκ μέρους ἡμίσους
τρίτου δωδεκάτου, τῷ δὲ θετῷ υἱῷ αὐτοῦ Μάρκῳ Αὐρηλίῳ Σερήνῳ Ἰσιδώρου ἐκ τοῦ λοιποῦ μέρους δωδεκάτου, καὶ ἔκτοτε ἀντιποιησαμένης μου
τοῦ κατʼ ἐμὲ μέρους ἡμίσους τρίτου δωδεκάτου τῆς τῶν προκειμένων
ἀρουρῶν καὶ τοῦ παραδείσου καρπείας ἀντὶ τῶν τοῦ κεφαλαίου τόκων
κατὰ τὸν προδεδηλωμένον ὅρον βούλομαι ἀπὸ τῆς τρισσῆς ἀσφαλείας
μοναχὴν ἐν δημοσίῳ γενέσθαι διδοῦσα τῇ πόλει τάς τε ὁρισθείσας ὑπὲρ
μοναχοῦ δραχμὰς ιβ καὶ τὰ τοῦ τιμήματος τέλη καὶ ἀξιῶ ἀναλαβόντας αὐτὴν
ὑπογεγραμμένην ὑπὸ τοῦ διεπεσταλμένου ὑπʼ ἐμοῦ Αὐρηλίου Ἥρωνος
περὶ τοῦ εἶναι τὴν ὑπʼ αὐτὴν ὑπογραφὴν ἰδιόγραφον τοῦ ὑπὲρ τῆς
Σαραποῦτος γράψαντος κυρίου ἐπιγραψαμένου ἀδελφοῦ αὐτῆς Σαραπίωνος, συνκαταχωρίσαι αὐτὴν τῷδε τῷ ὑπομνήματι εἰς τὴν Ἁδριανὴν
βιβλιοθήκην, τὸ δὲ ἴσον ὑπόμνημα καὶ εἰς τὴν τοῦ Ναναίου πρὸς τὸ
μένειν μοι τὰ ἀπὸ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ,
μένοντός μοι τοῦ λόγου περὶ ὧν ἄλλων ὀφείλει τῷ πατρί μου ἡ αὐτὴ
ὑπόχρεως Σαραποῦς κατὰ χειρόγραφον ἐπὶ τοῦ κα ἔτους Θεοῦ Κομμόδου
Φαρμοῦθι ἀργυρίου δραχμῶν τετρακισχιλίων καί ἴσων ἀντὶ πλειόνων
τόκων διʼ οὗ προσεγράφη μὴ πρότερον περιλύσω τὴν προκειμένην
μισθοκαρπείαν εἰ μὴ καὶ τὰ κατὰ τὸ χειρόγραφον ἀποδοῖ. οἱ πρὸς
τῇ διαλογῇ τῆς πόλεως· δι’ ἐμοῦ Αὐρηλίου Σαραπάμμωνος χρηματίζοντος.
ἔτους δ Μάρκου Ἀντωνίου Γορδιανοῦ Καίσαρος τοῦ Κυρίου Χοίακ κη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.