no image
DDbDP-text
Registration of a Deed of Mortgage via HGV-meta
Linked by Trismegistos ID
TM 17514.
Each record below describes this same artifact or text from a different angle.
[r]
[…]βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν
στρατηγίαν
παρὰ Σπαρτᾶ Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐκόμισα ἐκ καταλογείου
χρηματισμοῦ ἐστιν ἀντίγραφον· Εἰρηναῖος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ι Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ
κυρίου[…]ος Κορνηλιανὸς σεσημείωμαι δραχμὰς ε. Εἰρηναίῳ Εἰρηναίου νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος ἱερεῖ
καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ ἄλλων κριτηρίων παρὰ Σπαρτᾶ Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης ἀπʼ Ὀξυρύγχων πόλεως. προειμένου μοι δισσοῦ χειρογράφου σὺν τοῖς μετὰ τὸν χρόνον γράμμασιν ἀντίγραφον ὑπόκειται. Ἑλένη ἀφήλικος τοῦ Ψοσναῦτος μητρὸς Εὐδαιμονίδος μετὰ κυρίου ἐνγύου εἰς
ἔκτεισιν πάντων τῶν κατὰ τήνδε τὴν ὑποθήκην τοῦ ἑαυτῆς υἱοῦ Διοδώρου τοῦ καὶ Λογγείνου Ἀμόιτος
τοῦ Διοδώρου τῶν ἀπὸ Χύσεως Σπαρτᾷ Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης τῶν ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας ὀκτακοσίας κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται τόκου τριωβολείου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ ὄντος μηνὸς Μεχεὶρ ἐπὶ μῆνα
Ἁθὺρἐπιόντοςιβ ἔτους συναγομένων δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἐννέα , τὰς δὲ ἐπὶ τὸ αὐτὸ κεφαλαίου καὶ τόκων ἀργυρίου δραχμὰς χιλίας ἐνακοσίας ὀγδοήκοντα ἐννέα , ἐπὶ ὑποθήκης κατοικικῆς σιτοφόρου σπορίμου
πλήρης ἐξ ὀρθογωνίου ἀρουρῶν τεσσάρων ἀπὸ τῶν ὑπαρχουσῶν μοι περὶ τὴν αὐτὴν Χύσιν ἐν Ἑρμοπολείτῃ γῆς
ἐν ἀφέσει ἐκ τοῦ Παυσανίου κλήρου ἀρουρῶν πέντε οὐσῶν ἐν κοιναῖς καὶ ἀδαιρέτοις ὅλαις ἀρούραις εἴκοσι
πρὸς Χεσφῖβιν Πετοσείριος καὶ ἄλλους, ὧν ὅλων γείτονες νότου γύης, βορρᾶ κληρονόμων Σατορνείλου
καὶ ἄλλων, ἀπηλιώτου ὅριον κλήρων, λιβὸς τῶν αὐτῶν κληρονόμων Σατορνείλου, τὰς δὲ ἐπὶ τὸ αὐτὸ ἀργυρίου
δραχμὰς χιλίας ἐνακοσίας ὀγδοήκοντα ἐννέα ἀποδώσω σοι ἢ τοῖς παρὰ σοῦ τριακάδι Φαῶφι τοῦ ἐπιόντος
ιβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου ἄνευ πάσης ὑπερθέσεως,
ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ἃ γέγραπται, κυριεύσεις ἀντὶ τούτων τῶν προκειμένων ἀρουρῶν καὶ ἐξέσται σοι
χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῇ τρόπον, καὶ ἐπάναγκον παρέξομαι ταύτας βεβαίας διὰ
παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καθαρὰς δὲ καὶ ἀπὸ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ οὑτινοσοὖν ἄλλου ἀπὸ τοῦ νῦν, καὶ ὁπόταν βούλῃ ἐξεῖναί σοι τῆς ὑποθήκης κατοχὴν ποιήσασθαι καὶ τῶν αὐτῶν ἀρουρῶν κατοχὴν ποιεῖσθαι διὰ τοῦ τῶν ἐνκτήσεων τοῦ Ἑρμοπολείτου βιβλιοφυλακίου μὴ προσδεηθέντι
παρουσίας μου μηδὲ συνεπιγραφῆς. ἐὰν δέ τι τούτων παρασυνγραφῶ, ἄκυρον ἔστω καὶ προσαποτείσω καθʼ ὃ ἐὰν παρασυνγραφῶ εἶδος τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑξακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, χωρὶς τοῦ μένειν κύρια τὰ προγεγραμμένα, καὶ μηθὲν ἧσσον κυρία ἡ ὑποθήκη καὶ
δισσὴ γραφεῖσα ἰσότυπος χωρὶς ἀλείφατος καὶ ἐπιγραφῆς ἰδιόγραφός μου τοῦ Διοδώρου τοῦ καὶ Λογγείνου.
ἔτους ι Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου,
Μεχεὶρ κδ. Ἑλένη ἀφήλικος ἔχω παρὰ σοῦ Σπαρτᾶ τὰς δραχμὰς χιλίας ὀκτακοσίας τόκου τριωβολείου συναγομένων δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἐννέα ἐπὶ ὑποθήκῃ τῶν ἀρουρῶν τεσσάρων καὶ ἀποδώσω τὸ
κεφάλαιον σὺν τοῖς συναγομένοις τόκοις τριακάδι Φαῶφι τοῦ ἐπιόντος ιβ ἔτους, εἰ δὲ μή, κυριεύσεις τῶν αὐτῶν
ἀρουρῶν καὶ βεβαιώσω ὡς πρόκειται. Διόδωρος ὁ καὶ Λογγεῖνος Ἀμόιτος ἐπιγέγραμμαι τὴς μητρὸς κύριος
καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα καὶ ἐγγυῶμαι εἰς ἔκτεισιν τὰ κατὰ τὴν ὑποθήκην, χρόνος ὁ αὐτός.
τοῦτο δὲ βουλόμενος ἐν τῷ πρὸς τὸν γράφοντα λόγῳ ἐν δημοσίῳ γενέσθαι ἀξιῶ ἀναλαβόντας αὐτὸ παρὰ τοῦ
διαπεσταλμένου ὑπʼ ἐμοῦ[…]ου τοῦ Ἀπολλωνίουὑπογεραμμένον ὑπʼ αὐτοῦ περὶ τοῦ εἶναι αὐτὸ σὺν τοῖς μετὰ
τὸν χρόνον γράμμασινἰδιόγραφον τοῦ Διοδώρου τοῦ καὶ Λογγείνου, ἔχον καὶ ἐξ ὀνόματός μου ὑπογραφὴν
περὶ τῆς παραθέσεως αὐτοῦ, συνκαταχωρίσαι τῷδε τῷ ὑπομνήματι εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας
καὶ ἀντίγραφον μεταδοῦναι τῇ μὲν Ἑλένῃ καὶ τῷ Διοδώρῳ τῷ καὶ Λογγείνῳ διὰ τοῦ τοῦ Ὀξυρυγχείτου
ὅπως εἰδῶσι τὴν δημοσίωσιν καὶ μένῃ μοι τὰ ἀπʼ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ. ὡς καθήκει. ἔτους ι Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παῦνι κ. σεσημείωμαι Παῦνι κ. τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν
γενέσθαι τῇ Ἑλένῃ καὶ τῷ Διοδώρῳ τῷ καὶ Λογγείνῳ. ὡς καθήκει. ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Ἁθὺρ ια. Διόδωρος ὁ καὶ Λογγεῖνος ἔσχον τούτου
τὸ ἴσον[…]… Ἑλένη ἀφήλικος ἔσχον τούτου τὸ ἴσον. Ψοσναῦς Ἀλεξᾶτος ἐπιγέγραμμαι αὐτῆς
κύριος[…]ς ὡς ἐκελεύσθη διὰ τοῦ τοῦ νομοῦ στρατηγοῦ Πραιύλου ἀκολούθως τῷ γεγονότι ὑπʼ αὐτοῦ
χρηματισμῷκαὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα μηνὸς Ἁδριανοῦ ιζ. Ἀπολλώνιος ὑπηρέτης μετέδωκα τοῖς
προγεγραμμένοις ἐνώπιον ὡςκαθήκει, χρόνος ὁ αὐτός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.