no image
DDbDP-text
Gesuch an den ΑΡΧΙΔΙΚΑΣΤΗΣ um Verlautbarung eines Bank - Schecks und Zustellung an den Erben des Ausstellers nebst Erledigung des Gesuchs via HGV-meta
Linked by Trismegistos ID
TM 11960.
Each record below describes this same artifact or text from a different angle.
Ἀνδρόνεικος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τῆς
Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου στρατηγῷ
χαίρειν. τοῦ δεδομένου ὑπομνήματος
ἀντίγραφον μεταδοθήτω ὡς καθήκει ἐνώπιον.
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ
Ἁδριανοῦ Σεβαστοῦ Τῦβι ιζ.
Ἀνδρονίκῳ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος τῶν ἐν τῷ
Μουσείῳ σιτουμένων ἀτελῶν γενομένῳ στρατηγῷ τῆς πόλεως καὶ ἀντεξηγητῇ ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ
τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων
παρὰ Ἥρωνος τοῦ Ἰσχυρίωνος. τοῦ προειμένου μοι
ἐπιστάλματος ἀντίγραφον ὑπόκειται.
Φίλιππος Ἀφροδισίου Πτολεμαίῳ τραπεζίτῃ χαίρειν.
χρημάτισον ἐπὶ τῆς τριακάδος τοῦ Παῦνι μηνὸς
τοῦ ἐνεστῶτος ἔτους Ἥρωνι Ἰσχυρίωνος τὰς ἴσας
ὧν εὐχρήστημαι τῷ[…]ἔτει Ἁδριανοῦ τοῦ κυρίου
ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα ὀκτώ,
γείνονται δραχμαὶ διακόσιαι τεσσεράκοντα ὀκτώ.
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ Χοίακ εἰκάδι.
τούτου ὄντος καὶ μηδεμιᾶς ἀποδόσεως γεγονυίης, μετηλλαχότος δὲ τοῦ Φιλίππου ἐπὶ κληρονόμῳ
υἱῷ Ἀφροδισίῳ, βούλομαι ἐν δημοσίῳ γενέσθαι τὸ
αὐθεντικὸν ἐπίσταλμα καὶ ἀξιῶ ἀναλαβόντας
αὐτὸ ὑποκεχειρογραφημένον ὑπὸ τοῦ διαπεσταλμένου ὑπʼ ἐμοῦ Πτολεμαίου τοῦ Ἐπιμάχου τοῦ
καὶ Ἑρμίου τοῦ Διδύμου Σωσικοσμίου τοῦ καὶ
Ἀλθαιέως περὶ τοῦ εἶναι ἰδιόγραφον τοῦ Φιλίππου
συγκαταχωρίσαι τῷδε τῷ ὑπομνήματι καὶ γράψαι
τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου στρατηγῷ μεταδοῦναι τούτου ἀντίγραφον τῷ Ἀφροδεισίῳ παρόντων φίλων δύο, ἵνʼ εἰδῇ ἐν δημοσίῳ
γεγονὸς τὸ ἐπίσταλμα καὶ ποιήσηταί μοι τὴν
ἀπόδοσιν.
ὡς καθήκει. ἔτους ἐνάτου
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ Τῦβι ιζ.
ἐσημειωσάμην.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.