no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9848.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Δύστρου ι Τῦβι ι ἐν Πτολεμαίδι Εὐεργέτιδι
τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογοῦσι Ἀπία Ὡρίωνος ὡς ἐτῶν πεντήκοντα πέντε ἄσημος καὶ Ζωὶς Ἡρακλείδου ὡς ἐτῶν τεσσαράκοντα
[…]καὶ Ἰσάριον Τρύφωνος ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μήλωι δεξιῶι μετὰ κυρίων ἡ μὲν Ἀπία Ἡρα[…]ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ ου…[…]ἡ δὲ Ζωὶς μετὰ κυρίου τοῦ κατὰ μητέρα ἀνεψιοῦ Ἡρακλείδου ὡς ἐτῶν τεσσαράκοντα […]ἡ δὲ Ἰσάριον μετὰ κυρίου τοῦ υἱοῦ Χαιρήμονος τοῦ Μύσθου ὡς ἐτῶν τριάκοντα οὐλὴ μεσοφρύωι Πτολεμαίδι Ὡρίωνος
[…]ση μετὰ κυρίου τοῦ ἀνδρὸς Πτολεμαίου Διδᾶ ἰατροῦ ὡς ἐτῶν […]κοντα ἑπτὰ ἀσήμου
[…]πεπρακέναι τὰς ὁμολογοῦσας ἡ μὲν Ἀπία καὶ Ζωὶς κοινῶς ἐξ ἴσου ἔνατον μέρος ἡ δὲ Ἰσάριον τριακονθεκτον μέρος τοῦ
[…]οἰκίας καὶ αἰθρίου καὶ τῶν συνκυρούντων[…]πάντων ἐπʼ ἀμφόδου Βουταφίου πλησίον τοῦ ἱεροῦ λεγομένου
[…]ουν το[…] ὧν γείτονες καθὼς οἱ προγεγραμμένοι ἐκ συμφώνου ὑπηγόρευσαν νότου τέκνων ενη[…]λιβὸς α[…]δι[…]ου λεγομένου οἰκία[…] πλατεῖα δημοσία μεθʼ ἣν ἱερὸν Σούχου θεοῦ μεγάλου
[…]ον καὶ […] τοῖς λεγομένοις καὶ του[…]αις καὶ ἐφʼ οἷς ἐπεκρατήθη καὶ […]κα
[…]του κατὰ τὴν συν[…]των πεπραμένων καθὼς
[…]α[…]ω[…]ς δύο ὀβολοὺς[…]ἑκάστῃ κατὰ τὸ ἐπιβάλλον αὐτῇ μέρος
[…]χεν ὁ κληρονόμος[…]ων κ[…]ων Σαραπίων ὁ καὶ […] κατὰ χειρόγραφον
[…]δραχμ[…]τῷ διεληλυθότι[…]τωι ἔτει θεοῦ Τραιανοῦ μηνὶ Φαρμοῦθι οκ[…] ἡμίσους μέρους […] ἀργυρίου
[…]τὴν Πτολεμαίδα τα[…]ακ[…]και[…]
[…] ἐξ ἀλληλεγγύης τῇ Πτολεμαίδι καὶ τοῖς παρʼ αὐτῆς τὰ πεπραμένα […] ὡς πρόκειται […]
[…]ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ μὲν δημοσίων ὀφειλημάτων καὶ […] ἀπὸ τῆς ἐνεστώσης ἡμέρας[…]και[…] ἀπογεγράφθαι μέχρι ἑτέρας ἀπογραφῆς εἰκονισμοῦ ἀπό τε ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως
[…] ἠλλοτριωμένα ἑτέροις διὰ μηδενὸς ἀρχείου μηδὲν […]μονα[…]η[…] μηδένα κωλύοντα τὴν Πτολεμαίδα καὶ τοὺς παρʼ αὐτῆς κυριεύοντας τῶν αὐτῶν πεπραμένων καὶ εἰσοδεύοντας καὶ ἐξοδεύοντας
[…] καὶ[…]χρωμένους καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφερομένους καὶ πωλοῦντας καὶ ὑποτιθεμένους[…]ω[…]ὡς ἐὰν αἱρῶνται· ἐὰν δὲ μὴ βεβαίωσῃ ἢ μὴ παρέχωνται καθʼ ἃ γέγραπται χωρὶς τοῦ
μένειν κύρια τὰ προγεγραμμένα ἀποτισάτω τῶν προκειμένων μερῶν ἥν τε εἴληπται τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ βλάβη καὶ ἀναλώματα καὶ
ἐπιτίμου ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον ἡ ὁμολογία κυρία.
[…]καὶ Ἰσάριον Τρύφωνος ἑκάτερα μετὰ κυρίου ἡ μὲν Ἀπία μετὰ κυρίου τοῦ αὐτῆς
[…]ἡ δὲ Ζωὶς μετὰ κυρίου τοῦ κατὰ μητέρα ἀνεψιοῦ τοῦ αὐτοῦ Ἡρακλείδου, ἡ δὲ Εἰσάριον τοῦ υἱοῦ Χαιρήμονος τοῦ Μύσθου Φιλάμμονος
[…]ὁμολογοῦμεν πεπρακέναι Πτολεμαίδι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἡ μὲν Ἀπία καὶ Ζωεὶς ἔνατον μέρος
[…]οσ[…]ακ[…]ονη καὶ τὸν συνκυρούντων ἐπʼ ἀμφόδου Βουταφίου πλησίον τοῦ
[…]καὶ ἀπέχομεν τὴν τιμὴν ἕκαστον κατὰ τὸ αἱροῦν μέρος ἀργυρίου δραχμὰς[…]
[…]ρος καὶ ὀβολοῦ ἡμιωβελίου καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ἐξ ἀλληλεγγύης καὶ παρεξόμεθα καθαρὰ ἀπὸ μὲν τῶν […]ναικου[…]ν[…] κατὰ τοῦτο χαιρηου[…]α[…] Ἡρακλείδης […]
[…]τριακόνθεκτον μέρος τῆς οἰκίας καὶ αἰθρίου ἐπʼ ἀμφόδου Βουταφίου. κύριος καθὼς πρόκειται. Πτολεμαὶς Ὡρίωνος
μετὰ κυρίου τοῦ ἀνδρὸς Πτολεμαίου Διδᾶ[…]νεθισμ[…]ε ἡ πρᾶσις τοῦ αὐτοῦ τριακονθέκτου μέρους οἰκίας καὶ αἰθρίου καθὼς πρόκειται. ἔγραψα Ἁθὺρ κϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.