no image
DDbDP-text
Linked by Trismegistos ID
TM 5882.
Each record below describes this same artifact or text from a different angle.
[I]
…
Βοήθωι[…]συνγενεῖ καὶ ἐπιστρατήγῳ καὶ στρατηγῶι τῆς
Θηβαΐδος παρὰ Θορταίου καὶ Σεννούφιος τῆς γυναικὸς τῶν ἐκ Παθύρεως.
ἀδικούμεθα ὑπὸ Πατοῦτος τοῦ Ψενμώνθου καὶ τῶν υἱῶν αὐτοῦ
Νεβχούνιος καὶ Ὀρσέους καὶ Πατσετοῦτος καὶ τῆς τούτων γυναικος Καλίβιος τῶν ἐκ τῆς αὐτῆς πόλεως. ἐλπίδαγὰρ ἐχόντων α
[II]
ἀντίγραφον συγχωρήσεως Αἰγυπτίας μεθηρμηνευμένης Ἑλληνιστὶ κατὰ τὸ δυνατόν.
[Fr,B]
ἄλλης συγχωρήσεως ἀντίγραφον. ἔτους λδ Φαρμοῦθι. βασιλεύοντος Πτολεμαίου Εὐεργέτου
τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας
τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεᾶς Εὐεργέτιδος καὶ τὰ ἄλλα τὰ κοινά.
τάδε λέγει γυνὴ Ἑλληνὶς Ἀμμωνία Πτολεμαίου ἡ καὶ Σενμῖνις καὶ γυνὴ
Ἀπολλωνία πᾶσαι ἡ καὶ Σενμῶνθις καὶ Ἡράκλεια Πτολεμαίου ἡ καὶ Σεναπᾶθις
καὶ Ἡραὶς Πτολεμαίου ἡ καὶ Τιέσρις, Πτολεμαίου αἱ τέτταρες λέγουσαι ἐξ ἑνὸς
στόματος γραμματεῖ Νεχούθει Πατοῦτος μητρὸς γυναικὸς τροφίτιδος
Ταμενῶτος καὶ γυναικὶ Σεννοῦφι Πατοῦτος μητρὸς γυναικὸς
τροφίτιδος Ταμενῶτος· …[…]…νι ἐνετύχομεν καθʼ ὑμῶν
περὶ τῶν λε ἀρουρῶν … γίνονται ἄρουραι λδ 𐅵 δ η ιϛ λβ γίνονται ἄρουραι λε πάλιν,
καὶ τοῦ προσόντος χαλάσματος, ὧν ἐποιήσατο τακτόμισθος Ἑρμοκράτης
Ἀπολλωνίου τοῦ καὶ Πανᾶτος Νεχθύριος συγγραφὴν ὠνῆς μισθοφόρωι
Πτολεμαίωι Ἑρμοκράτους τοῦ καὶ Παμενῶτος Πανᾶτος τῶι πατρὶ ἡμῶν
κατʼ αὐτῶν ἐν τῶι κ ἔτει Ἐπεὶφ βασιλεύοντος αἰωνοβίου …[…]καὶ ἀνενηνόχατε συγγραφὰς ὠνῆς καὶ ἀποστασίου κατʼ αὐτῶν, ὧν ἐποιήσατο
μισθοφόρος τῶν Νικάνορος Προῖτος Σωσικράτους γυναικὶ Ταμενῶτι
Πανᾶτος τῆι μητρὶ ὑμῶν ἐν τῶι κα ἔτει Φαρμοῦθι ιε καὶ ἄλλων ὧν ἐποιήσατο αὐτῆι κατʼ αὐτῶν γεγραμμένων ἐν τῶι ιθ ἔτει Χοιὰκ βασιλεύοντος
αἰωνοβίου. καὶ οὐδὲν ἡμῖν καὶ ὑμῖν ἐστιν ἁπλῶς παντὸς οὑτινοσοῦν περὶ τῶν
προγεγραμμένων ἀρουρῶν· ἐὰν δὲ ἐξ ὑστέρου ἐντυγχάνωμεν καθʼ ὑμῶν,
ἀποτείσομεν ὑμῖν[…]…των το …………[…]καὶ εἰς τὸ βασιλικὸν ἀργυρίου δραχμὰς χίλιας .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.