no image
DDbDP-text
Contratto di matrimonio via HGV-meta
Linked by Trismegistos ID
TM 12364.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]του Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ
Γερμανικοῦ μεγίστου μηνὸς Καισαρείου Μεσορὴ ἐνάτῃ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἀμμωνᾶς
[…]ἀπὸ κώμης Τεπτύνεως ὡς ἐτῶν[…]δύο οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς τῇ προούσῃ καὶ συνούσῃ
αὐτῷ ἀγράφως γυναικὶ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονίδι Ἥρωνος τοῦ Πασίωνος ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν εἴκοσι ἑνὸς
ἀσήμῳ, μετὰ κυρίου οὗ ἑκουσίως ᾕρηται διὰ Σαβείνου ἱερέως ἐξηγητοῦ κατὰ τὸν ἐπισταλέντα ὑπὸ αὐτοῦ χρηματισμὸν οὗ ἀντίγραφον ὑπόκειται Πλουτίωνος Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, ἔχειν τὸν ὁμολογοῦντα Ἀμμωνᾶν παρὰ
Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος ἐν προσφορᾷ τὴν φερνὴν χρυσίου δοκιμείου σταθμῷ Ἀρσινοειτικῷ τετάρτας δύο αἵ εἰσιν ἐνωτίων ζεῦγος καὶ ἱμάτιον λευκὸν ἐν συντιμήσει δραχμῶν τεσσαράκοντα . συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως ὡς καὶ πρότερον, τοῦ Ἀμμωνᾶτος ἐπιχορηγοῦντος αὐτῇ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ
κατὰ δύναμιν, αὐτῆς δὲ τῆς Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει.
ἐὰν δὲ διαφορᾶς γενομένης χωρίζονται ἀπʼ ἀλλήλων, ἀποδότω ὁ Ἀμμωνᾶς τῇ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονίδι τὴν προκειμένην φερνὴν
χρυσίου τετάρτας δύο ἐν τῷ αὐτῷ κοσμαρίῳ καὶ[…]τὰ ἱμάτια σὺν τῷ ἀποδέοντι ἢ τὴν προκειμένην αὐτῶν συντίμησιν
ἐπὶ μὲν τῆς ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίας ἀπαλλαγῆς ἐν ἡμέραις ἑξήκοντα , γενομένης τῇ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονίδι τῆς πράξεως ἔκ τε τοῦ Ἀμμωνᾶτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. γέγονεν δὲ αὐτοῖς ἐξ ἀλλήλων θυγάτηρ Εὐδαιμονὶς μὴ ἀναγεγραμμένη μέχρι νῦν. ὑπογραφεὺς τοῦ Ἀμμωνᾶτος Ἁρποκρατίων Νεμεσᾶ τοῦ Λεωνίδου ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ δεξιῷ.
ἔστι δὲ τοῦ χρηματισμοῦ τὸ ἀντίγραφον· Σαβεῖνος ἱερεὺς ἐξηγητὴς καὶ ἀρχιπρύτανις τοῖς τὰ ἀρχεῖα πραγματευομένοις χαίρειν. τοῦ δοθέντος μοι ἀξιώματος Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος Ἥρωνος ἴσον ὑμῖν ἐπιστέλλεται διὰ Πτολεμαίου ὑπηρέτου τῆς ἀρχῆς
ἵνα[…]συγχρηματίσητε αὐτῇ τὴν προσφορὰν ποιουμένῃ μετὰ κυρίου οὗ ἑκουσίως ᾕρηται διʼ ἐμοῦ Πλουτίωνος Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα. ἔτους[…]Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παῦνι λ Σαβείνῳ ἱερεῖ ἐξηγητῇ παρὰ
Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος Ἥρωνος τοῦ Πασίωνος ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος μετὰ κυρίου οὗ ἑκουσίως αἱροῦμαι διὰ σοῦ Πλουτίωνος Πτολεμαίου ἀπὸ Ἀρσινοειτῶν πόλεως. βουλομένη προσενεγκάσθαι ἐν προσφορᾷ τῷ συνόντι μοι ἔτι πάλαι ἀνδρὶ Ἀμμωνᾶτι[…]ἀπὸ τῆς αὐτῆς κώμης χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τεσσαράκοντα καὶ ἰδίᾳ ἀπογραφῆναι τὴν γεγονυῖαν ἡμῖν ἐκ ἀλλήλων θυγατέρα Εὐδαιμονίδα, ἐμποδίζομαι
μὴ ἔχουσα τὸν ἐπιγραφησόμενόν μου κύριον διὰ τὸ μὴ περιεῖναί μοι πατέρα μηδὲ πατρὸς πατέρα μηδὲ ἔχειν ἀδελφοὺς μηδὲ υἱούς. ὅθεν
αἱρούμενη διὰ σοῦ τὸν προγεγραμμένον Πλουτίωνα ἐπιδίδωμι καὶ ἀξιῶ ἐπισταλῆναι τοῖς τὰ ἀρχεῖα πραγματευομένοις συνχρηματίζειν
μοι αὐτὸν τὸν Πλουτίωνα τὴν προσφορὰν ποιουμένῃ ἵνʼ ὦ φιλανθρωπημένη. ἔρρωσο. Πτολεμαῖος πρυτανικὸς καὶ ἐξηγητικὸς ὑπηρετης μετενήνοχα. Ἀμμωνᾶς[…]ὁμολογῶ ἔχειν παρὰ τῆς Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος διὰ χειρὸς
χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συντιμήσει δραχμῶν τεσσαράκοντα καὶ ἐπὶ τοῦ χωρισμοῦ
ἀποδώσω τὴν προκειμένην φερνὴν ὡς πρόκειται. Ἁρποκρατίων Νεμεσᾶ ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου
ὄντος Τεφορσάϊς ἡ καὶ Εὐδαιμονὶς μετὰ κυρίου οὗ ἑκουσίως ᾕρημαι ὡς πρόκειται Πλουτίωνος Πτολεμαίου προσενήνεγκα τὰ προκείμενα κοσμάρια καὶ ἱμάτια καὶ ἀπογράψομαι ἣν γέγονεν ἐξ ἀλλήλων θυγατέρα Εὐδαιμονίδα ὡς πρόκειται. Πλουτίων
Πτολεμαίου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. ἔτους[…]Μεσορὴ θ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.