Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

c.pap.gr.1.7 23. Mai 8 v.Chr.Ptolemais Euergetis (Arsinoites)

B. Kontrakt mit Bezug auf das Säugen eines Kindes via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 10122. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r,2] [… ? lines lost …] … […]ᾧ ὄνομα Ἐπαφρόδιτος ἄρσην ἐπʼ ἔτη δύο ἀπὸ Παῦνι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος καὶ ἀπεσχηκέναι αὐτὴν σὺν τῶι ἀνδρὶ Ἁρμιύσι νεωτέρωι παρὰ τοῦ Ἐπιφανίωνος διὰ χειρὸς ἐξ οἴκου τὰς ἑσταμένας δοθῆναι κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς ὀκτὼ τῶν προκιμένων ἐτῶν δύο , τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑκατὸν ἐνενήκοντα δύο τοῦ τε ἱματισμοῦ καὶ σιτομετρίας καὶ τὰ ἄλλα ὅσα καθήκει δίδοσθαι τροφῶι νῦν ἐκ πλήρους ἐπὶ τὰ αὐτὰ ἔτη δύο . ἔγγυος δὲ τῶν κατὰ τὸ τρόφιμον πάντων Ἁρπαῆσις Κελεβίνιος εἰς ἔκτισιν. καὶ οὐκ ἐξέσται τῇ Διοδώρᾳ ἀνδροκοιτεῖν οὐδὲ οὐδὲν δυσένθετον προσφέρειν ἐπὶ τῇ τοῦ γάλακτος ἐγλείψει, ἀλλὰ καὶ μετὰ τὸν χρόνον παραδότωσαν τὸ θρεπτὸν ὑγιῆ καὶ ἀθάνατον καθότι συνκεχωρήκασιν τῶι Ἐπιφανείωνι ἢ τὸ ἴσον ἐάνπερ διαφωνήσῃ ἀναστήσουσιν ἐπὶ τὰ αὐτὰ ἔτη δύο ἢ καὶ τὰ ἀργύρια, τῆς πράξεως οὔσης Ἐπειφανίωνι ἔκ τε αὐτῶν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. ἡ γραφὴ κυρία. μάρτυρες συγγραφοφύλαξ ἔτους κβ Καίσαρος Παχὼν κη ἀνεγράφη διʼ Ἰσιδώρου. Διοδώρα ἡ καὶ Ταποντῶς Δημητρίου τοῦ καὶ Πετερμούθεως Περσίνη μετὰ κυρίου τοῦ ἀνδρὸς Ἁρμιύσιος νεωτέρου ὁμολογῶ τροφεύσειν παρʼ ἐμαυτῇ καὶθηλάσειν τῶι ἰδίωι γάλακτι Ἐπιφανίωνι Κανώιπου ὅπερ ἀνῄρηται Ἐπιφανίων κοπριαναίρετον παιδίον ἄρρενον ᾧ ὄνομα Ἐπαφρόδιτος ἐπʼ ἔτη δύο ἀπὸ Παῦνι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος καὶ ἀπέχομεν παρὰ τοῦ Ἐπιφανίωινος παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τοῦ Ἐπιφανείωνος κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς ὀκτὼ τοῦ ἱματισμοῦ καὶ σιτομετρίας καὶ τὰ ἄλλα ὅσα καθήκει δίδοσθαι τροφῷ ἐπὶ τὰ προκείμενα ἔτη δύο . ἔγγυος δὲ τῶν κατὰ τὸ τρόφιμον πάντων Ἁρπαήσιος Κελεβίνεος, καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὸ θρεπτὸν Ἐπιφανίωινι ὑγιῆ καὶ ἀθάνατον καθότι προγέγραπται ἔγραψεν ὑπὲρ αὐτῶν Ἀχιλλεὺς Ἑρμίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. [r,3] [… ? lines lost …] … […] διὰ χειρὸς ἐξ οἴκου τὰ τροφεῖα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει δίδοσθαι τροφῷ ὑπὲρ οὗ τροφεύει ἡ Διοδώρα παιδίονκοπριαναίρετον ἄρρεν τοῦ Ἐπιφανίωνος ᾧ ὄνομα Ἐπαφρόδιτος ἐτῶν δύο ἀπὸ μηνὸς Παῦνι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος ὑπὲρ τῶν διὰ τοῦ τροφίμου ἑσταμένων κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν ὀκτὼ τῶν προκιμένων ἐτῶν δύο , αἱ συναγόμεναι ἀργυρίου δραχμαὶ ἑκατὸν ἐνενήκοντα δύο Ἁρπαῆσις Κελεβίνιος ἔγγυος τῶν κατὰ τὴν προκειμένην ἀποχὴν εἰς ἔκτισιν, τῆς πράξεως οὔσης Ἐπιφανείωνι ἔκ τε αὐτῶν τῶν τριῶν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶν πάντων μέχρι οὗ ἀποδῶσιν τὸν θρεπτὸν Ἐπαφρόδιτον ὑγιῆ καὶ ἀθάνατον τῶι Ἐπιφανείωνι ὄντα ἐτῶν δύο ἀκολούθως τῶν διὰ τοῦ γραφείου σημαινομένων. ἡ γραφὴ κυρία. μάρτυρες. συγγραφοφύλαξ ἔτους κβ Καίσαρος Παχὼν κη ἀνεγράφη διʼ Ἰσιδώρου. Διοδώιρα ἡ καὶ Ταποντῶς Δημητρίου τοῦ καὶ Πετερμούθεως Περσίνη μετὰ κυρίου τοῦ ἀνδρὸς Ἁρμιύσιος νεωτέρου καὶ Ἁρπαῆσις Κελεβίνιος ἀμφότεροι Πέρσαι τῆς ἐπιγονῆς ὁμολογοῦμεν ἀπεσχηκέναι παρὰ Ἐπιφανίωινος τοῦ Κανώιπου διὰ χειρὸς ἐξ οἴκου τὰ τροφεῖα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει δίδοσθαι τροφῶι ὑπὲρ οὗ τετρόφευκα κοπριαναίρετον θρεπτὸν ἄρσεν ὧι ὄνομα Ἐπαφρόδιτον ἐτῶν δύο ἀπὸ Παῦνι τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος τὰς διὰ τοῦ τροφίμου ἑσταμένας κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς ὀκτὼ τῶν προκειμένων ἐτῶν δύο καὶ οὐδὲν ἐγκαλοῦμεν καθότι προγέγραπται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἀχιλλεὺς Ἑρμίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. [v] τρόφιμον πρὸς Ἐπιφανίωνα …… Διοδώρας τῆς καὶ Ταποντῶτος τῆς Δημητρίου …[…] Ἐπαφροδίτου ……πο…

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.