no image
DDbDP-text
Vertrag mit einer Amme (τροφῖτις) , Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18549.
Each record below describes this same artifact or text from a different angle.
Ἀρτεμιδώρωι ἀρχιδικαστῆι καὶ πρὸς τῆι ἐπιμελείαι τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων
παρὰ Μάρκου Σενπρωνίου Μάρκου υἱοῦ φυλῆς Αἰμιλίας στρατιώτου τῶν ἐκ τῆς
δευτέρας καὶ εἰκοστῆς λεγεῶνος σπείρης[…]κα…ρει… […]καὶ παρὰ
Ἐρωταρίου τῆς[…]κομει… μετὰ κυρίου καὶ ἐγγύου τοῦ συνγενοῦς Λουκίου …ομυσίου
Λουκίου υἱοῦ συνχωρεῖ ἡ Ἐρωτάριον ἐπὶ μῆνας δέκα πέντε ἀπὸ
Φαῶφι τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος τροφεύσειν καὶ θηλάσειν ἔξω παρʼ ἑαυτῇ κατὰ πόλιν
τῷ ἰδίῳ αὐτῆς γάλακτι καθαρῷ καὶ ἀφθόρῳ
ὃ ἐνκεχείρικεν αὐτῇ ὁ Μᾶρκος ἔτι ἀπὸ Ἐπεὶφ τοῦ διεληλυθότος ἔτους δουλικὸν παιδίον
ᾧ ὄνομα Πρεῖμος, μισθοῦ τοῦ τε γάλακτος καὶ τῆς τροφείας κατὰ μῆνα δραχμῶν δέκα
καὶ ἐλαίου κοτυλῶν δύο, αὐτόθεν δὲ ἡ Ἐρωτάριον εἴληφεν παρὰ τοῦ Μάρκου
τοῦ τε Ἐπεὶφ καὶ Μεσορὴ καὶ τοῦ Θὼθ τὰ τροφεῖα καὶ τὸ ἔλαιον, … ἔτι δὲ καὶ εἰς τοὺς ἀπὸ Φαῶφι μῆνας δέκα ἓξ
μηνῶν ἓξ ὁμοίως τὰ τροφεῖα καὶ τὸ ἔλαιον καὶ ἐὰν ὃ μὴ γένοιτο συμβῇ τὸ παιδίον παθεῖν τι ἀνθρώπινον
ηδ…λειν… …
ἐντὸς τῶν ἓξ μηνῶν ἐπάναγκον τὴν Ἐρωτάριον
ἕτερον ἀνελομένην παιδίον τροφεύειν καὶ θηλάζειν ἐπὶ τοὺς ϛ μῆνας μὴ
πλεῖον λαβοῦσαν τῶν προκειμένων μηνῶν δέκα …
εὐτακτουμένην τὴν Ἐρωτάριον τοῖς τροφείοις καὶ ἐλαίῳ ποιεῖσθαι
τήν τε ἑαυτῆς καὶ τοῦ παιδίου ἐπιμέλειαν μὴ φθείρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδὲ ἐπικυοῦσαν μηδʼ ἄλλο παιδίον παραθηλάζουσαν ἐπὶ μῆνας
ἓξ ἀπὸ τοῦ Φαῶφι, ἐὰν δὲ μετὰ τοὺς ἓξ μῆνας βούληται ἡ Ἐρωτάριον ἕτερον παιδίον …
παραθηλάζειν ἐξέσεσθαι αὐτῇ, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ τῶν ὑπαρχόντων τοῦ παιδίου
ὅταν ἀπαιτῆται ἢ ἐκτίνειν
τὴν ἑκάστου ἀξίαν πλὴν συνφανοῦς ἀπωλείας, ἧς καὶ φανερᾶς γενηθείσης
ἀπολελύσθω καὶ μὴ ἐγλείψειν τὴν τροφείαν ἐντὸς τοῦ χρόνου, ἐὰν δέ τι παραβαίνῃ
ἐκτίνειν αὐτὴν ἃ εἴληφεν τροφεῖα καὶ ἃ ἐάν προσλάβῃ σὺν ἡμιολίᾳ
καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς διακοσίας, τῆς πράξεως γεινομένης
ἐκ τῆς Ἐρωταρίου καὶ
ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι·
ἐπιτελούσης δὲ τῆς Ἐρωταρίου ἕκαστα καὶ τὸν Μᾶρκον χορηγεῖν αὐτῇ τὰ κατὰ μῆνα
λοιπὰ τροφεῖα καθὼς πρόκειται καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνου … ἢ καὶ αὐτὸν ἔνοχον εἶναι τῷ ἴσῳ ἐπιτίμωι. παραβαλεῖ δὲ ἡ Ἐρωτάριον πρὸς τὸν Μᾶρκον σὺν τῷ
παιδίῳ ἀεὶ τοῦ μηνὸς τρὶς πρὸς τὸ ἐπιθεωρεῖσθαι ὑπʼ αὐτοῦ. ἐγγράφεσθαι δὲ
τὸν Λούκιον ἐν τῇ ἐπὶ τὴν Ἐρωτάριον ἐφόδωι ὑπὲρ ὧν ὀφείλει αὐτῷ σὺν τῇ
μητρὶ αὐτῆς Κλεοπάτρᾳ κατὰ συνχώρησιν. ἀξιοῦμεν εὐτύχει
ἔτους κϛ Καίσαρος Φαῶφι η
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.