no image
DDbDP-text
Vertrag mit einer Amme (τροφῖτις) , Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18547.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου
παρὰ Μάρκου Αἰμιλίου Μάρκου Καλλιδία καὶ παρὰ
Θεοδότης τῆς Δωσιθέου Περσίνης μετὰ κυρίου
καὶ ἐγγύου τῶν κατὰ τήνδε τὴν συνχώρησιν
σημαινομένων τοῦ ἀνδρὸς Σώφρονος τοῦ
[…]…άρχου Πέρσου τῆς ἐπιγονῆς. περὶ τῶν διεσταμένων συγχωρεῖ ἡ Θεοδότη ἐπὶ χρόνον μῆνας δέκα ὀκτὼ ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος τροφεύσειν καὶ θηλάσειν ἔξω παρʼ ἑαυτῇ κατὰ πόλιν
τῷ ἰδίῳ αὐτῆς γάλακτι καθαρῷ καὶ ἀφθόρῳ
ὃ ἐνκεχείρικεν αὐτῇ ὁ Μᾶρκος ἀναίρετον
δουλικὸν παιδίον ἑαυτοῦ ὑποτίτθιον Τύχην
λαμβάνουσα παρʼ αὐτοῦ κατὰ μῆνα ἕκαστον
μισθὸν τοῦ τε γάλακτος καὶ τῆς τροφείας σὺν
ἐλαίῳ ἀργυρίου δραχμὰς η. ἀπέσχηκεν δὲ ἡ Θεοδότη διʼ ἐγγύου τοῦ Σώφρονος παρὰ τοῦ Μάρκου
διὰ χειρὸς ἐξ οἴκου εἰς τοὺς προκιμένους μῆνας δέκα
ὀκτὼτροφεῖα μηνῶν ἐννέα τὰς συναγομένας
δραχμὰς ἑβδομήκοντα δύο, καὶ ἐὰν συνβῇ ἐντὸς τούτων παθεῖν τι ἀνθρώπινον τὸ παιδίον, τὴν Θεοδότην ἀνελομένην ἕτερον παιδίον τροφεύσειν
καὶ θηλάσειν καὶ παραστήσειν τῷ Μάρκῳ ἐπὶ
τῶν ἴσων μηνῶν ἐννέα μηδὲν τὸ καθόλου λαβοῦσα διὰ τὸ ἀθάνατον αὐτὴν ἐπιδεδέχθαι τροφεύειν. εὐτακτουμένην αὐτὴν τοῖς λοιποῖς
κατὰ μῆνα τροφείοις ποιεῖσθαι τήν τε ἑαυτῆς
καὶ τοῦ παιδίου προσήκουσαν ἐπιμέλειαν μὴ
φθείρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐπικυοῦσαν μηδʼ ἕτερον παραθηλάζουσαν παιδίον, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ σῶα συντηρήσειν
καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτίσειν τὴν
ἑκάστου ἀξίαν πλὴν συνφανοῦς ἀπωλείας ἧς καὶ
φανερᾶς γενηθείσης ἀπολελύσθω, καὶ μὴ ἐκλιπεῖν
τὴν τροφείαν ἐντὸς τοῦ χρόνου· ἐὰν δέ τι παραβαίνῃ, εἶναι αὐτήν τε καὶ τὸν Σώφρονα ἀγωγίμους
καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτῖσαι ἅ τε εἴληφεν τροφεῖα καὶ ἃ ἐὰν λάβῃ σὺν ἡμιολίᾳ καὶ τὰ
βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς τ, τῆς
πράξεως γινομένης τῷ Μάρκῳ ἔκ τε ἀμφοτέρων ὄντων
ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν
αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς
πάντων καθάπερ ἐκ δίκης, ἀκύρων οὐσῶν καὶ
ὧν ἐὰν ἐπενέγκωσιν πίστεων πασῶν σκέπης
πάσης, ἕκαστα δὲ αὐτῆς ἐπιτελούσης καὶ τὸν
Μᾶρκον Αἰμίλιον χορηγεῖν αὐτῇ τὰ κατὰ μῆνα
τροφεῖα ἐπὶ τοὺς λοιποὺς μῆνας ἐννέα καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνου ἢ καὶ αὐτὸν ἐκτίνειν τὸ ἴσον ἐπίτιμον. παραβαλεῖ δὲ
ἡ Θεοδότη πρὸς τὸν Μᾶρκον τοῦ μηνὸς …
ἑκοῦσα καὶ τὸ παιδίον πρὸς τὸ ἐπιθεωρεῖσθαι
ὑπʼ αὐτοῦ.
20 βεβαι[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.