no image
DDbDP-text
Engagement de nourrice via HGV-meta
Linked by Trismegistos ID
TM 23022.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δωδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ, Παχὼν κϛ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Τασεῦς Πετεεῦτος Περσίνη μετὰ κυρίου καὶ ἐγγύου πάντων
τῶν κατὰ τὴν συγγραφὴν ταύτην εἰς ἔκτισιν τοῦ ἑαυτῆς ἀνδρὸς Πετσείριος τοῦ
Ὥρου Πέρσου τῆς ἐπιγονῆς, ἀμφότεροι τῶν ἀπὸ Τανάιως τῆς μέσης τοπαρχίας,
Παάπει Φνᾶτος ἐν ἀγυιᾷ παρειληφέναι παρʼ αὐτοῦ ἔτι ἀπὸ ἑπτακαιδεκάτης τοῦ
ἐνεστῶτος μηνὸς Παχὼν ὃ ἀνῄρηται ἀπὸ κοπρίας εἰς δουλείαν θηλυκὸν
σωμάτιον ὧι ἐπέθηκεν ὄνομα Θερμουθάριον ὥστε τὴν ὁμολογοῦσαν τοῦτο
θρέψαι καὶ θηλάσαι τῶι ἰδίωι αὐτῆς γάλακτι, ἔτι δὲ καὶ τιθηνῆσαι ἐπὶ χρόνον ἔτη
δύο ἀπὸ τῆς αὐτῆς ἑπτακαιδεκάτης τοῦ Παχὼν, ἀντὶ τῶν ἑσταμένων χορηγήσασθαι ὑπὸ τοῦ Παάπιος εἴς τε τροφεῖα καὶ ἱματισμὸν καὶ τὴν ἄλλην τὴν
ὑπὲρ τοῦ σωματίου δαπάνην πᾶσαν κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑξήκοντα ,
καὶ δὴ αὐτόθεν ἀπέχειν τὴν ὁμολογοῦσαν καὶ τὸν ἄνδρα καὶ ἔγγυον Πετσεῖριν παρὰ
τοῦ Παάπιος τὰς ὑπὲρ τοῦ πρώτου ἐνιαυτοῦ ἀργυρίου ἑξήκοντα ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου· τούτου δὲ πληρωθέντος εἰς ἅπαξ ἀποδώσει αὐτῆι ὁ Παᾶπις
τοῦ ἄλλου ἐνιαυτοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα , ἐπὶ δὲ τὸν αὐτὸν διετῆ
χρόνον χορηγήσει αὐτῆι κατὰ μῆνα ἐλαίου κοτύλας δύο . ἐπάναγκον οὖν
τὴν ὁμολογοῦσαν τὴν πᾶσαν προστασίαν καὶ ἐπιμέλειαν ποιήσασθαι
τούτου, ὡς αὐτῆι ἐπιβάλλει, καὶ μὴ ἀνδροκοιτεῖν πρὸς τὸ μὴ διαφθαρῆναι
τὸ γάλα μηδὲ ἐπικυεῖν μηδὲ ἕτερον σωμάτιον παραθηλάζειν μηδὲ
…… καὶ παραδότω τῶι Παάπει τὸ σωμάτιον προεστατημένον, ὡς αὐτῆι ἐπιβάλλει. ἐὰν μέν τι πάθῃ ἀνθρώπινον, ὃ καὶ συνφανὲς γένηται,
ἡ ὁμολογοῦσα ἀνέγκλητος ἔστω, καὶ ἐὰν μὲν αἱρῆται ὁ Παᾶπις ἕτερον
αὐτῆι ἐγχειρεῖν σωμάτιον, καὶ τοῦτο θρέψει ἐπὶ τὸν ἐνλείψοντα χρόνον
ἐπὶ τοῖς προκειμένοις, ἐὰν δὲ μὴ βούληται τοῦτο ποιῆσαι, ἀποδώσει αὐτῶι,
ὃ ἐὰν φανῆι ὀφείλουσα πρὸς ὃν οὐδέπω τετρόφευκεν χρόνον. ἐὰν δὲ
παρασυγγραφοῦσα μὴ ποιῇ καθὰ γέγραπται, ἀποτισάτω τῶι Παάπει,
ὅτι εἴληφεν ἢ καὶ ἕξει παρʼ αὐτοῦ ἀργύριον μεθʼ ἡμιολίας καὶ τὸ βλάβος
καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον
τὰς ἴσας καὶ ἡ πρᾶξις ἔστω Παάπει ἔκ τε τῶν προγεγραμμένων
καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων.
κυρία ἡ συγγραφή. Τασεῦς Πετεεῦτος τέθειμαι τὴν ὁμολογίαν καὶ
ἐκθρέψω τὸ δουλικὸν σωμάτιον Θερμουθάριον ἐπὶ τὰ δύο ἔτη
καὶ ἔχω ἀπὸ τῶν τροφείων τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα
καὶ τὰ ἄλλα ποιήσω, καθότι πρόκειται. Πετσεῖρις Ὥρου ἐπιγέγραμμαι τῆς
γυναικὸς κύριος καὶ ἐνγυῶμαι εἰς ἔκτισιν τὰ προκείμενα. Ἡρακλείδης Θέωνος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.
Παᾶπις Φνᾶτος εὐδοκῶ τοῖς προκειμένοις.
[…] μελίχρως στρογγυλοπρόσωπος οὐλὴ γόνατι ἀριστερῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.