no image
DDbDP-text
Mietsvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 18503.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι
παρὰ Σίλλιδος τοῦ Πτολεμαίου Φιλομητορήου καὶ
παρὰ τῆς τούτου μητρὸς Φιλωτέρας τῆς
Θεοδώρου Περσίνης μετὰ κυρίου τοῦ ἀνδρὸς Πτολεμαίου τοῦ Σίλλιδος Φιλομητορήου. περὶ τῶν διεσταμένων συνχωρεῖ
ἡ Φιλωτέρα παρέξεσθαι τὴν ἑαυτῆς δούλην Ζωσίμην ἐπὶ χρόνον ἔτη δύο ἀπὸ Φαρμοῦθι τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος τροφεύουσαν καὶ θηλάζουσαν παρʼ αὐτῇ Φιλωτέρᾳ
ὃ ἐγδέδοται αὐτῇ ὁ Σκίλλις ἀναίρετον
ἑαυτοῦ δουλικὸν παιδίον ὑποτίτθιον θῆλυ
ᾧ ὄνομα Ἀγαλμάτιον, μισθοῦ τοῦ ἑσταμένου
τοῦ τε γάλακτος καὶ τῆς τροφείας κατὰ μῆνα ἕκαστον σὺν ἐλαίωι καὶ ψωμίσματι ἀργυρίου δραχμῶν ιβ,
τὸ δὲ συναγόμενον τῶν δύο ἐτῶν τῶν τροφείων κεφάλαιον τὰς τοῦ ἀργυρίου δραχμὰς σπη αὐτόθεν
ἀπέσχηκεν ἡ Φιλωτέρα παρὰ τοῦ Σίλλιδος
διὰ χειρὸς ἐξ οἴκου. καὶ ἐὰν συνβῇ τὸ δηλούμενον
παιδίον Ἀγαλμάτιον παθεῖν τι ἀνθρώπινον
ἐντὸς τῶν δύο ἐτῶν, ἐπάναγκες τὴν Φιλωτέραν ἀνελομένην ἕτερον παιδίον παρασχέσθαι τὴν δούλην τροφεύουσαν καὶ παραστῆσαι πᾶσαν ἐφʼ ὃ ἐὰν ἀνέληται ὄντων ὅλων ἐτῶν
δύο μηδὲν τὸ καθόλου λαβοῦσα διὰ τὸ ἀθάνατον αὐτὴν ἐπιδεδέχθαι τροφεύειν, ἀπὸ
δὲ τοῦ νῦν παρασχέσθαι τὴν δούλην ποιουμένην τήν τε ἑαυτῆς καὶ τοῦ παιδίου προσήκουσαν ἐπιμέλειαν μὴ φθείρουσαν τὸ γάλα
μήδʼ ἀνδροκοιτοῦσαν μηδὲ ἐπικυοῦσαν
μηδʼ ἕτερον παραθηλάζουσαν παιδίον, ἅ τε
ἐὰν λάβῃ ἢ πιστευθῇ τῶν τούτου σῶα συντηρήσειν καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτίσειν τὴν ἑκάστου ἀξίαν πλὴν συμφανοῦς ἀπωλείας ἧς καὶ φανερᾶς γενηθείσης ἀπολελύσθω, καὶ μὴ ἐκλιπεῖν τὴν
τροφείαν ἐντὸς τοῦ χρόνου. ἐὰν δέ τι τούτων παραβαίνη ἐκτίνειν αὐτὴν ὃ εἴληφεν
τῶν τροφείων κεφάλαιον σὺν ἡμιολίᾳ
καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλο
ἐπίτιμον ἀργυρίου δραχμὰς φ καὶ τὸ ὡρισμένων πρόστιμον, τῆς πράξεως γινομένης τῷ Σίλλιδι ἔκ τε αὐτῆς Φιλωτέρας καὶ ἐκ τῶν
ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ
δίκης, ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν σκέπης πάσης, μένειν δὲ κυρίαν καὶ βεβαίαν
ἣν ἀνενήνοχεν ἡ Φιλωτέρα τῷ Σίλλιδι συνχώρησιν περὶ δουλικοῦ παιδίου
συντρόφου. ἀξιοῦμεν
ἔτους ιζ Καίσαρος Φαρμοῦθι δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.