no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22706.
Each record below describes this same artifact or text from a different angle.
[1]
ιδ
[…] Φαρμοῦθι ϛ καὶ ὑπογραφῆς ὁμοίως τοῦ ὑπηρέτου
Ἑρμίας Πλουτάρχου τῶν ὑπηρετῶν μεταδέδωκα ἐνωπίῳ ὡς καθήκει. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Παχὼν ϛ.
ἀντίγραφον ὑπομνήματος Ἀουιλλίωι Λόγγωι στρατηγῶι τοῦ Ἑρμοπολείτου
παρὰ[…]Εὐδαιμονίδος Μάρκου Οὐλπίου Σαραπίωνος τοῦ καὶ Σερήνοῦ τῶν γεγυμνασιαρχηκότων θυγατρὸς καὶ ὡς χρηματίζει διὰ Οὐλπίου[…]οἰκονόμου. οὗ παρεκόμισα ἐκ τοῦ καταλογείου ὑπομνήματος ἀντίγραφον ὑπέταξα, δέον ἡγουμένη ἴσον μεταδοθῆναι τῷ
διʼ αὐτοῦ δηλουμένῳ διʼ ὑπηρέτου ἵνʼ εἰδῇ. ἔτους β Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι κη.
Εὐδαίμων διέπων τὰ κατὰ τὴν ἀρχιδικαστείαν τῷ τοῦ Ἑρμοπολείτου
στρατηγῶι χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω, ὡς ὑπόκειται. ἔρρωσο. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου
Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι ι.
τῷ δεῖνι τῶν ἠγορανομηκότων ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῆι
ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων διὰ
[…]Εὐδαίμονος διέποντος τὰ κατὰ τὴν ἀρχιδικαστείαν
παρὰ[…] Εὐδαιμονίδος Μάρκου Οὐλπίου Σαραπίωνος τοῦ καὶ Σερήνου τῶν γεγυμνασιαρχηκότων θυγατρὸς καὶ ὡς χρηματίζει
ἀπὸ Ἑρμοῦ πόλεως. ὀφειλομένων μοι ὑπὸ Ἀφροδισίου Ἀμμωνίου τῶν ἀπὸ
τῆς αὐτῆς πόλεως ἀργυρίου δραχμῶν[…], καθʼ ἣν παρεκομισάμην ἐνεχυρασίαν καὶ παρέδειξα τὰ ὑπάρχοντα αὐτοῦ διακείμενα ἐν ὀνόματι τῆς γυναικὸς
αὐτοῦ Ἑρμιόνης καὶ δέον αὐτὸν ἀποδοῦναι, συνεργῶν τῆι γυναικὶ
Ἀφροδίσιος Ἀμμωνίου διεστείλατό μοι ὑπόμνημα ὡς ἐκ
[2]
ιε
καταλογείου πεπορισμένον τὰ ἑαυτῶι ἀρέσκοντα κενῶς καὶ ἀνωφελῶς δηλώσας ὅθεν δέον ἡγοῦμαι συντάξαι γράψαι τῷ τοῦ Ἑρμοπολίτου στρατηγῶι μεταδοῦναι αὐτῷ τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως εἰδῇ ἄκυρον καὶ ἀνώφελες κριθησόμενον, ὃ μετέδωκεν
ὑπόμνημα καὶ ὅσα ἐὰν εἰς ὕστερον μεταδῷ καὶ ὁμοίως ὅσα μετέδωκεν ἡ γυνὴ αὐτοῦ Ἑρμιόνη, μᾶλλον δὲ ἀποδῶι μοι ἃ ὄφειλεν ἀπὸ τε
τῆς ἐνεχυρασίας καὶ καθʼ ἕτερα χειρόγραφα ἢ εἰδῇ ἐσομένην μοι
τὴν πρᾶξιν ἐξ ὑπαρχόντων αὐτοῦ. διαπέσταλμαι δὲ Ἑρμαῖον Ἑρμαίου Προπαπποσεβάστιον τὸν καὶ Ζήνιον ὡς καθήκει. ἔτους β
Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς Φαρμοῦθι ϛ. καὶ ὑπογραφῆς ὁμοίως τοῦ ὑπηρέτου
Ἑρμίας Πλουτάρχου τῶν ὑπηρετῶν μεταδέδωκα ἐνωπίῳ ὡς
καθήκει. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Παχὼν ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.