no image
DDbDP-text
Istanza all’archidikastes via HGV-meta
Linked by Trismegistos ID
TM 23585.
Each record below describes this same artifact or text from a different angle.
[…] Εὐδαίμονος πρεσβυτέρου ἀμφοτέρων ἀπὸ Ἑρμοῦ πόλεως τῆς ὑπὲρ Μέμφιν. ὀφειλομένων τῷ μετηλλαχότι ἀτεκνῷ καὶ ἀδιαθέτῳ υἱῷ μου Εὐδαίμονι οὗ εἶμι κληρονόμος ὑπὸ Διδύμης Ἀμμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως καθʼ ἃς
διέταξεν ὁ αὐτὸς Εὐδαίμων γενέσθαι κατὰ πίστιν εἰς Σαραπιάδα Ἑρμαίου ἀπὸ τῆς αὐτῆς πόλεως συνγραφὰς
δανείων τρεῖς ἐφʼ ὑποθήκῃ κατοικικαῖς τῆς Διδύμης ἀρούραις δεκαὲξ τετάρτῳ ἐκ τοῦ Διονυσίου κλήρου περὶ[…]…
[…]υ τοῦ Πατεμίτου ἄνω τὴν μὲν προτέραν ἐπὶ τοῦ πρώτου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ ἀργυρίου δραχμῶν χιλίων ἑξακοσίων εἰκοσιοκτὼ εἰς ἀπόδοσιν Μεχεὶρ τοῦ τρίτου ἔτους Δομιτιανοῦ Καίσαρος του κυρίου, τὴν δὲ δευτέραν ἐπὶ τοῦ Φαρμοῦθι μηνὸς τοῦ προκειμένου πρώτου ἔτους ἄλλων ἀργυρίου δραχμῶν χιλίων ἑξακοσίων εἰς ἀπόδοσιν Φαμενὼθ τριακάδα τοῦ τετάρτου ἔτους καὶ τὴν τρίτην ἐπὶ τῆς πέμπτης τῶν ἐπαγομένων τοῦ αὐτοῦ τετάρτου ἔτους ἄλλων δραχμῶν πεντακοσίων τεσσεράκοντα εἰς ἀπόδοσιν Φαρμοῦθι τοῦ ἑξῆς πέμπτου ἔτους ἀκολούθως ᾧ ἀνήνεγκεν ἡ Σαραπιὰς πρὸς τὸν υἱόν μου Εὐδαίμονα περιόντα δημοσίῳ χρηματισμῷ διὰ τοῦ αὐτοῦ ἀγορανομείου ἐπὶ τοῦ αὐτοῦ πέμπτου ἔτους μηνὸς Νέου Σεβαστοῦ ἐξομολογουμένη τὴν πίστιν τῶν αὐτῶν τριῶν συνγραφῶν δηλώσασα καὶ τὰ τέλη καὶ τὰς δαπάνας τῶν ὑπερχρονίων ὑπʼ αὐτοῦ δεδόσθαι. ὀφειλομένων δὲ τῷ αὐτῷ υἱῷ
μου Εὐδαίμονι ὑπὸ τῆς αὐτῆς ὑπόχρεω Διδύμης κατʼ ἄλλην συνγραφὴν δανείου διὰ τοῦ αὐτοῦ ἀγορανομείου ἐπὶ τοῦ
αὐτοῦ πέμπτου ἔτους μηνὸς Χοίακ ἄλλων δραχμῶν ἐνακοσίων πεντήκοντα εἰς ἀπόδοσιν μῆνα Καισάρειον τοῦ αὐτοῦ πέμπτου ἔτους ἐπὶ ταῖς προκειμέναις ἀρούραις καὶ κατὰ διαγραφὴν διὰ τῆς ἐπὶ τῶν τόπων Ὡρίωνος τοῦ Σύρου
τραπέζης ἐπʼ ὀνόματος τοῦ αὐτοῦ Εὐδαίμονος ἐπὶ τοῦ αὐτοῦ πέμπτου ἔτους ἄλλων δραχμῶν τετρακοσίων δεκατριῶν
εἰς ἀπόδοσιν μῆνα Καισάρειον τοῦ αὐτοῦ πέμπτου ἔτους, προσγραφέντος τῇ διαγραφῇ, μὴ ἐξεῖναι τῇ Διδύμῃ περιλύειν τὰς ὑποθήκας ἐὰν μὴ καὶ τὰ διὰ τῆς διαγραφῆς ἀποδοῖ, καὶ μηδεμίας ἀποδόσεως ἀπὸ πάντων τῶν ὀφειλομένων
ὡς πρόκειται γενηθείσης μέχρι νῦν μήτε τῷ υἱῷ μου περιόντι μήδε ἐμοῖ μετὰ θάνατον αὐτοῦ ἀναγκαίως προῆλθον
ἐπὶ τῆς σῆς ἐξουσίας καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ἑρμοπολίτου στρατηγῷ μεταδοῦναι τῇ ὑπόχρεῳ Διδύμῃ τοῦδε
τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως ἀποδοῖ μοι τά τε προκείμενα κεφάλαια πάντα καὶ τοὺς τῶν ὑπερχρονίων μέχρι νῦν τόκους καὶ τὰ τέλη καὶ δαπάνας ὁμοίως σὺν τόκοις ἢ εἰδῇ πρὸς μὲν τὰ διὰ τῶν συνγραφῶν ὀφειλόμενα
ἐμβαδεύσοντά με εἰς τὰς ὑποτεθειμένας ὡς πρόκειται ἀρούρας καὶ κρατήσοντα αὐτῶν κυρίως καὶ ἀποισόμενον τὰ ἐξ αὐτῶν περιεσόμενα πάντα ἔτι δὲ καὶ οἰκονομήσοντα περὶ αὐτῶν ὡς ἐὰν αἱρῶμαι μηδενὸς αὐτῇ μηδʼ ἄλλῳ ὑπὲρ αὐτῆς ἐξ ὑστέρου ἁπλῶς περὶ τούτων καταλειπομένου λόγου ἀλλὰ καὶ ἐξακολουθεῖν αὐτῇ τὴν
βεβαίωσιν ἀκολούθως ταῖς διὰ τῶν συνγραφῶν δηλωθείσαις διαστολαῖς πρὸς δὲ τὰ διὰ τῆς διαγραφῆς ὀφειλόμενα τὴν πρᾶξίν με ποιησόμενον ἐξ ὧν ἐὰν ἄλλων εὑρίσκω τῆς Διδύμης ὑπαρχόντων τῶν δὲ ἄλλων τῶν κατʼ
ἐμαυτὸν καὶ τὸν προγεγραμμένον μου υἱὸν δικαίων πάντων κατὰ πάντα τρόπον ἀντέχομαι καὶ ἀνθέξομαι ἐν οὐδενὶ ἐλαττούμενος, πρὸς δὲ τὴν τοῦ χρηματισμοῦ τελείωσιν διαπέσταλμαι […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.