no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9400.
Each record below describes this same artifact or text from a different angle.
Ἀχιλλεὺς ὁ καὶ Ἡρωδιανὸς ἀρχιδικαστὴς Ἡρακλείδου μερίδος Ἀρσινοίτου στρατηγῶι
τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔτους κγ
Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιβ.
Ποτάμων νομογράφος ἀγορᾶς· διʼ ἐμοῦ ἐγράφη ἡ οἰκονομία.
Νικολάῳ Ἡρωδιανοῦ γενομένου ἀρχιδικαστοῦ καὶ ὑπομνηματογράφου υἱῷ γενομένῳ στρατηγῷ
τῆς πόλεως ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων
παρὰ Γαίου Ἰουλίου Ἀπολιναρίου στρατιώτου σπείρης πρώτης Ἀπαμηνῶν ἑκατονταρχίας Ἡρακλείδου ὡς δὲ πρὸ τῆς στρατείας κεχρημάτικε[…]…ος τοῦ Μύστου. ὀφειλομένων ἐμοί τε
πρὶν ἢ ἐν στρατείᾳ γένωμαι καὶ τῷ ἀδελφῷ μουΣαβείνῳ ὑπὸ Θεναπύγχιος τῆς Σαμβᾶ ἀπὸ
κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ κατὰ συνγραφὴν γεγονυῖαν διὰ τοῦ ἐν […]…[…] Ἱερᾶς νήσου […]…[…]τῆς αὐτῆς μερίδος ἀγορανομίου
τῷ ἑκκαιδεκάτῳ ἔτει θεοῦ Ἁδριανοῦ Μεχὶρ[…]δραχμῶν δισχιλίων τόκων δραχμιαίων
εἰς ἀπόδοσιν Τῦβι τοῦ ἑξῆς ἑπτακαιδεκάτου ἔτους ἐφʼ ὑπαλλάγμασι τοῖς ὑπάρχουσι αὐτῇ
περὶ κώμην Καρανίδα τὴν προγεγραμμένην ἐκ κλήρου κατοικικοῦ ἀρούραις δυσὶ ἐν μιᾷ
σφραγῖδι καὶ πατρικῶν αὐτῆς διμοίρῳ μέρειφοινικῶνος ἐν ἑκτολογουμένῃ τάξει ἐρημίᾳ καὶ ἐν τῇ αὐτῇ Καρανίδι πατρικῇ αὐτῆς οἰκίᾳ καὶ αὐλῆς περὶ Βακχιάδα τῆς αὐτῆς μερίδος ὁμοίως ἐκ κλήρου κατοικικοῦ ἀρούραις δυσὶ ἡμίσει ἐφʼ οἷς ἄλλοις ἡ συνγραφὴ
περιέχει καὶ τῆς ἀποδόσεως μὴ γενομένης μετηλλαχότος δὲ τοῦ ἀδελφοῦ μου ἐπὶ κληρονόμῳ ἐμοὶ ἀξιῶ συντάξαι γράψαι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ μεταδοῦναι τοῖς τῆς Θεναπύγχιος μετηλλαχυίης κληρονόμοις τελείοις, ἐὰν δὲ
ἀφήλικες ὦσι, τοῖς τούτων νομίμοις ἐπιτρόποις ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθήσεται ὡς καθήκει, ὅπως ἀποδῶσί μοι τὸ προκείμενον κεφάλαιον καὶ τόκους ἴσους ἢ εἰδῶσι
ἐσομένην μοι τὴν πρᾶξιν ὡς καθήκει ἀφʼ ὧν ἐὰν τελειώσω ἐνεχυρασίας γραμμάτων
ἔκ τε τῶν προκειμένων ὑπαρχόντων καὶ ἐξ ὧν ἂν ἄλλων εὑρίσκω αὐτῆς
ὡς καθήκει. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ϛ Σεβαστῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.