no image
DDbDP-text
Receipt of Ward’s Alimony via HGV-meta
Linked by Trismegistos ID
TM 10759.
Each record below describes this same artifact or text from a different angle.
[B,1]
Αὐρηλία Ἡράκλεια ἡ καὶ Ἀρσινόη διὰ τοῦ αὐτοῦ ἀδελφοῦ
Μάρκου Αὐρηλίου Διδύμου τοῦ καὶ Ἀλεξάνδρου Μάρκῳ Αὐρηλίῳ Φιλωσαράπιδι Ἀντινοεῖ ἐπιτρόπῳ πατρικῷ Μάρκου Αὐρηλίου Ἰουλίου τοῦ καὶ Ἡρώδου ὁμοίως Ἀντινοέως ἀφήλικος υἱοῦ
Φιλαντινόου τοῦ καὶ Ἡρώδου χαίρειν. ἀπέσχον παρά σου
τὰ ὀψώνια καὶ τὸν ἱματισμὸν ὑπὲρ τοῦ ἀφήλικός μου υἱοῦ
Ἰουλίου τοῦ καὶ Ἡρώδου τοῦ προκειμένου ὄντος παρὰ ἐμοί,
τῶν ἀπὸ μηνὸς Παῦνι τοῦ κα ἔτους ἕως μηνὸς Φαῶφι καὶ αὐτοῦ τοῦ Φαῶφι τοῦ ἐνεστῶτος κγ ἔτους, ἐνιαυτοῦ ἑνὸς καὶ μηνῶν
πέντε, ἀργυρίου δραχμὰς τετρακοσίας ἑβδομήκοντα ἕξ.
ἔτους κγ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ
Μεγίστου Βρετανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου
Εὐσεβοῦς Σεβαστοῦ Ἁθὺρ ε.
Αὐρηλία Ἡράκλεια ἡ καὶ Ἀρσινόη διὰ τοῦ πατρὸς Αὐρηλίου
Ἡρακλείδου τοῦ καὶ Διδύμου Αὐρηλίῳ Φιλοσαράπιδι Ἀντινοεῖ
χαίρειν. ἔσχον εἰς λόγον τροφῶν καὶ ἱματισμοῦ Αὐρηλίου Ἰουλίου τοῦ καὶ Ἡρώδου τῶν ἀπὸ μηνὸς Ἁθὺρ τοῦ διεληλυθότος τρίτου καὶ εἰκοστοῦ ἔτους ἕως μηνὸς Χοιὰκ τοῦἐνεστῶτος
τετάρτου καὶ εἰκοστοῦ ἔτους καὶ αὐτοῦ τοῦ Χοιὰκ δραχμὰς τνβ μένοντός
μοι τοῦ λόγου περὶ τῶν […]νων[…]… ἄλλων ἔχω πρός σε.
ἔτους τετάρτου καὶ εἰκοστοῦ Μάρκου Αὐρηλίου Σεουήρου
Ἀντωνίνου Παρθικοῦ Μεγίσττου Βρετανικοῦ Μεγίστου καὶ
Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Ἐπιφ […]
[B,2]
Αὐρηλία Ἡράκλεια ἡ καὶ Ἀρσινόη διὰ τοῦ πατρὸς Ἡρακλείδου τοῦ καὶ
Διδύμου Φιλοσαράπιδι Λυσιμάχου
ἐπιτρόπῳ Ἰουλίου τοῦ καὶ Ἡρώδου χαίρειν. ἔσχον παρά σου
εἰς λόγον τροφῶν καὶ ἱματισμοῦ
τοῦ προκιμένου ἀφήλικος ὑπὲρ
τοῦ διεληλυθότος τετάρτου καὶ εἰκοστοῦ ἔτους τῶν ἀπὸ Τῦβι τοῦ
αὐτοῦ ἔτους ἕως Φαμενὼθ
πέμπτου καὶ εἰκοστοῦ ἔτους
δραχμῶν τετρακοσίων εἴκοσι
γίνονται δραχμαὶ υκ καὶ αὐτοῦ τοῦ Φαμενώθ,
μένοντός μοι τοῦ λόγου περὶ ὧν
ἄλλων ἔχω πρὸς αὐτόν. ἔτους πέμπτου καὶ εἰκοστοῦ Φαρμοῦθι ἑκκαιδεκάτῃ. τοῦ αὐτοῦ κε ἔτουςΦαρμοῦθι
καὶ Παχὼν τοῦ α ἔτους δραχμὰς
πεντήκοντα ἕξ γίνονται δραχμαὶ νϛ, μένοντός μοι τοῦ λόγου περὶ ὧν ἄλλων
ἔσχον πρὸς αὐτόν. ἔτους δευτέρου
Φαῶφι κδ. α ἔτους, ἔσχον ὁμοίως
ὑπὲρ τῶν ἀπὸ Παῦνι τοῦ αὐτοῦ ἔτους
ἕως Χυὰκ τοῦ ἐνεστῶτος β ἔτους καὶ αὐτοῦ τοῦ Χυὰκ δραχμὰς ἑκατὸν
ἐνενήκοντα ἕξ γίνονται δραχμαὶ ρϙϛ, μένοντός
μοι τοῦ λόγου περὶ ὧν ἄλλων ἔχω
πρός σε, β ἔτους Φαμενὼθ κε. καὶ τοῦ
Τῦβι καὶ Μεχεὶρ δραχμὰς πεντήκοντα ἕξ γίνονται δραχμαὶ νϛ, β ἔτους Παχὼν …,
μένοντός μοι τοῦ λόγου περὶ ὧν
ἔχω πρός σε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.