no image
DDbDP-text
Application concerning a Loan via HGV-meta
Linked by Trismegistos ID
TM 21875.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ἀνουβίωνι στρατηγῷ Ὀξυρυγχίτου
παρὰ Αὐρηλίας Διδύμης τῆς καὶ Διονυσίας καὶ ὡς χρηματίζει διὰ Αὐρηλίου Νείλου γραμματέως. οὗ ἐπόρισα ἀπὸ διαλογῆς χρηματισμοῦ ἐστιν ἀντίγραφον· Αὐρήλιος Κάσιος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. τῆς τετελειωμένης δημοσιώσεως ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκιται. ἔρρωσο. ἔτους κδ Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου Μεχεὶρ ε. Μάρκος Αὐρήλιος Ἁρποκρατίων σεσημείωμαι δραχμὰς ιδ. Μάρκος Αὐρήλιος Νεμεσιανὸς ὁ καὶ Εἰρηναῖος καὶ ὡς χρηματίζω γραμματεὺς καταλογείου τὴν οἰκονομίαν ἔγραψα. Λουκίῳ Σεπτιμίῳ Αὐρηλίῳ Κασίῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίας Διδύμης τῆς καὶ Διονυσίας καὶ ὡς χρηματίζει. τῆς προειμένης μοι δισσῆς ἀσφαλείας καὶ τῆς ὑπὸ αὐτὴν ὑπογραφῆς ἀντίγραφον ὑπόκιται. Πεκῦσις Παυσιρίωνος μητρὸς Τεθεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίᾳ Διδύμῃ τῇ καὶ
Διονυσίᾳ καὶ ὡς χρηματίζει διὰ Σουχάμμωνος ἀπελευθέρου τοῦ πάππου σου Αὐρηλίου Διογένους χαίρειν. ὁμολογῶ ὀφείλειν σοι ἃς ἐσχήκειν παρὰ σοῦ ἐν χρήσει πυροῦ ἀρτάβας τεσσεράκοντα πέντε, καὶ ταύτας ἀποδώσειν σοι χωρὶς διαφόρου τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεστῶτος κγ ἔτους
πυροῦ νέου καθαροῦ ἀδόλου ἀβώλου ἀκρίθου κεκοσκινευμένου ὡς εἰς δημόσιον μετρουμένου ἐνθάδε ἐν τῷ Ὀξυρυγχείτῃ μέτρῳ παραλημπτικῷ σου κώμης Σύρων τῶν σῶν
μετρούντων, πάντα δὲ χωρὶς ὑπερθέσεως, εἰ δὲ μή, ἐκτείσω σοι τοῦ ὑπερπεσόντος χρόνου
διάφορον ἐξ ἡμισείας, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι παντοίων πάντων. κυρία ἡ χεὶρ δισσὴ γραφεῖσα πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίνου Παρθικοῦ
Μεγίστου Βρετανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Χοίακ κ. Πεκῦσις Παυσιρίωνος ἔσχον τὰς προκιμένας ἀρτάβας τεσσαράκοντα πέντε καὶ ἀποδώσω ὡς πρόκειται.
ὧν χρόνων καὶ διελθόντων καὶ τῆςἀποδόσεως μὴ γεγονυίας βούλομαι ἀπὸ τῆς δισσῆς
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.