no image
DDbDP-text
Cession of a Share of a Vineyard via HGV-meta
Linked by Trismegistos ID
TM 15361.
Each record below describes this same artifact or text from a different angle.
Μᾶρκος Αὐρήλιος Χαιρήμων υἱὸς Ἑρμίου ἀγορανομήσαντος βουλευτοῦ τῆς Ὀξυρυγχειτῶν πόλεως πόλεως μητρὸς Ταΰριος ἀπὸ τῆς αὐτῆς πόλεως τῇ ὁμοπατρίᾳ ἀδελφῇ Αὐρηλίᾳ Τετσείρι μητρὸς Τανετβέως ἀπὸ τῆς αὐτῆς πόλεως οὐδέπω οὔσῃ τῶν ἐτῶν διὰ τοῦ
πατρὸς Αὐρηλίου Ἑρμίου χαίρειν. ὁμολογῶ παρακεχωρηκέναι σοι διὰ τοῦ πατρὸς
ἡμῶν ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον ἥμισυ μέρος τοῦ ἐπιβάλλοντός μοι μέρους
περὶ κώμην Σιναρὺ τῆς κάτω τοπαρχίας τοῦ αὐτοῦ νομοῦ ἐκ τοῦ Ῥοδίππου κλήρου
ἀμπελικοῦ κτήματος καὶ τῶν φοινίκων καὶ φυτῶν καὶ ἀκροδρύων καὶ τῆς προσούσηςκαλαμείας καὶ ὑδρευμάτων καὶ τῆς ἐπικειμένης αὐτοῖς μηχανῆς καὶ ἐποικίου καὶ ληνοῦ καὶ πίθου
καὶ στεμφυλουργικοῦ ὀργάνου καὶ ἡλιαστηρίου καὶ ἑτέρων χρηστηρίων καὶ συγκυρόντων πάντων πάντα ὅσου ἐστὶν ἀρουρηδοῦ κοινωνικῶν πρὸς τοὺς ὁμογνησίους μου ἀδελφούς, ὧν πάντων γείτονες νότου ὠνημένη[…]…
καὶ ἄλλων, βορρᾶ γύης, ἀπηλιώτου πλευρισμός, λιβὸς Τῶμις ποταμός, τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς καὶ παραχωρητικοῦ τοῦ αὐτοῦ πωλουμένου σοι καὶ παραχωρουμένου ὑπʼ ἐμοῦ ἡμίσους μέρους τοῦ ἐπιβάλλοντός μοι μέρους τοῦ αὐτοῦ ἀμπελικοῦ κτήματος καὶ τῶν συνωνομασμένων αὐτῷ πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς
χιλίας αὐτόθι ἀπέσχον παρὰ σοῦ τοῦ πατρὸς Ἑρμίου διὰ χειρὸς ἐκ πλήρους, ἃς καὶ προφέρῃ ἐντεῦθεν ἀποχαρίζεσθαι τῇ αὐτῇ θυγατρί σου κατὰ χάριν ἀναφαίρετον. διὸ ἀπὸ τοῦ νῦν σὲ τὴν Τεττσεῖριν κρατεῖν καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ ὡς πρόκειται ἐπιβάλλοντός μοι μέρους
τοῦ τε ἀμπελικοῦ κτήματος καὶ καλαμείας καὶ τῶν ἄλλων συνωνομασμένων πάντων
καὶ τελείαν γενομένην ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὃν ἐὰν αἱρῇ τρόπον, ὅπερ καὶ ἐπάναγκον παρέξομαί σοί τε και τοῖς παρὰ σοῦ μεταλημψομένοις ὡσαύτως διὰ παντὸς βέβαιον ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπὸ τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων πλὴν μόνων τοῦ αἱροῦντος μέρους τῶν τοῦ κτήματος χωμάτων, ὁμοίως δὲ ἀπὸ
ὀφειλῆς καὶ κατοχῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς καὶ ἀπὸ δημοσίων καὶ ἐπιμερισμῶν πάντων τῶν μέχρι τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος γ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος δ ἔτους
πρόσφορα εἶναι σοῦ τῆς ὠνουμένης, πρὸς ἣν καὶ εἶναι τὰ ἀπὸ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους δημόσια.
κυρία ἡ παραχώρησις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ ποιήσομαί σοι καὶ διὰ
καταλογείου μηδὲν ἕτερον λαμβάνων παρὰ σοῦ, τῶν τελῶν καὶ γραμματικῶν ὄντων πρὸς
σὲ τὴν Τετσεῖριν. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ δικαίως γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ
διὰ τοῦ αὐτοῦ πατρὸς ἡμῶν ὡμολόγησα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ ιδ.
Αὐρήλιος Χαιρήμων Ἑρμίου πέπρακα καὶ παρεχώρησα τῇ
ὁμοπατρίᾳ μου ἀδελφῇ Αὐρηλίᾳ Τετσείρει οὐδέπω οὔσῃ τῶν
ἐτῶν διὰ τοῦ πατρὸς Αὐρηλίου Ἑρμίου ἥμισυ μέρος τοῦ ἐπιβάλλοντός μοι μέρους περὶ κώμην Σιναρὺ ἐκ τοῦ Ῥοδίππου κλήρου ἀμπελικοῦ κτήματος καὶ καλαμείας καὶ
τῶν ὡς πρόκειται συνωνομασμένων πάντων καὶ ἀπέσχον τὰς τῆς τιμῆς καὶ παραχωρητικοῦ δραχμὰς χιλίας
καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.