no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22816.
Each record below describes this same artifact or text from a different angle.
[E]
ιβ Σερήνου Εὐδαίμονος ἀργυρίου δραχμῶν Αψ
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς
Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι δωδεκάτῃ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλιτεκνίου
ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Σερῆνος Εὐδαίμονος τοῦ Ἀσκλᾶ Παυλείνιος ὁ καὶ Ὁμόγνιος Ἀλεξάνδρῳ Ἰσιδώρου τοῦ Ἀλεξάνδρου
Ματιδίῳ τῷ καὶ Καλλιτεκνίῳ πεπρακέναι τὸν Ἀλέξανδρον τῷ Σερήνῳ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὰ ὑπάρχοντα αὐτῷ μέρη
οἰκιῶν δύο οὐσῶν ἐν τῇ Ἀντινοουπόλει ἐλθόντα εἰς αὐτὸν ἀπὸ δικαίου παραχωρήσεως γενομένης κατὰ διαγραφὴν τῆς αὐτῆς τραπέζης
τῷ ἐνεστῶτι ἔτει μηνὶ Φαρμοῦθι ἀπὸ τέκνων Χαιρήμονος Ἀμμωνίου Σεβαστίου τοῦ καὶ Ἡρακλείου, μιᾶς μὲν οἰκίας τριστέγου
σὺν καταγαίῳ καὶ χρηστηρίων πάντων ἐν τῷ δ γράμματι πλινθίῳ ζ μέρος τρίτον κατὰ μετοχὴν τοῦ λοιποῦ διμοίρου μέρους Σεραπάμμωνος, ἑτέρας
δὲ οἰκίας μονοστέγου καὶ αὐλῆς καὶ χρηστηρίων πάντων ἐν τῷ γ γράμματι πλινθίῳ η μέρος τέταρτον κατὰ μετοχὴν τῶν λοιπῶν μερῶν τοῦ
αὐτοῦ Σεραπάμμωνος, γείτονες τῶν ὅλων οἰκιῶν δύο τῆς μὲν ἐν τῷ δ γράμματι πλινθίῳ ζ νότου ῥύμη δημοσία διʼ ἧς εἴσοδος καὶ ἔξοδος,
βορρᾶ πρότερον Σεραπᾶ, ἀπηλιώτου Κορνηλίου καὶ ἄλλων, λιβὸς ῥύμη στενή, τῆς δʼ ἐν τῷ γ γράμματι πλινθίῳ η νότου Χαιρημονίδος καὶ
ἄλλων, βορρᾶ Ἀγαθοῦ Δαίμονος καὶ ἄλλων, ἀπηλιώτου ῥύμη δημοσία διʼ ἧς εἴσοδος καὶ ἔξοδος, λιβὸς κληρονόμων Διδύμου ἢ οἳ ἐὰν ὦσι γείτονες πάντοθεν καὶ ἀνῃρῆσθαι τὸν πωλοῦντα παρὰ τοῦ ὠνουμένου τὴν συμπεφωνημένην πρὸς ἀλλήλους τιμὴν ἀργυρίου δραχμὰς χιλίας
ἑπτακοσίας γίνονται ἀργυρίου δραχμαὶ Αψ, κρατεῖν οὖν καὶ κυριεύειν τὸν Σερῆνον καὶ τοὺς παρʼ αὐτοῦ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τῶν πεπραμένων αὐτῷ μερῶν
τῶν προκειμένων οἰκιῶν ὡς ἐπάνω δεδήλωται καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως, τῆς βεβαιώσεως
διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ πωλοῦντι Ἀλεξάνδρῳ καὶ τοῖς παρʼ αὐτοῦ καὶ πάντα τὸν ἐπελευσόμενον τούτων χάριν
καθʼ ὁντιναοῦν τρόπον ἀποστήσειν αὐτὸν παραχρῆμα ἰδίαις αὐτοῦ δαπάναις ἔτι τε καὶ ἐκτίσειν τῷ ὠνουμένῳ ἢ τοῖς παρʼ αὐτοῦ διπλῆν τὴν
τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα χωρὶς τοῦ κυρίαν μένειν τήνδε τὴν πρᾶσιν καὶ ἀνέδωκεν αὐτῷ τὸ παρʼ αὐτῷ ἐκδόσιμον τῆς παραχωρήσεως εἰς τὸ μένειν αὐτῷ τὰ παρʼ αὐτοῦ δίκαια. Ἀλέξανδρος Ἰσιδώρου Ματίδιος ὁ καὶ Καλλιτέκνιος
πέπρακα τῷ Σερήνῳ τὰ ὑπάρχοντά μοι καὶ προκείμενα μέρη τῶν προκειμένων οἰκιῶν δύο καὶ χρηστηρίων πάντων ὡς ἐπάνω δεδήλωται καὶ ἀπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς χιλίας ἑπτακοσίας
καὶ βεβαιώσω πάσῃ βεβαιώσει καὶ εὐδοκῶ πᾶσι ὡς πρόκειται. Σερῆνος Εὐδαίμονος τοῦ Ἀσκλᾶ Παυλίνιος ὁ καὶ Ὁμόγνιος ἐώνημαι καὶ ἐξωδίασα τὴν τιμὴν ὡς πρόκιταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.