no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8942.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον προγράμματος. Σερῆνος βασιλικὸς
γραμματεὺς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
διαδεχόμενος τὰ κατὰ τὴν στρατηγίαν.
εἰς τὸ συντιμήσασθαι τὰ ἐν ἀπράτοις ὑπάρχοντα
ἀντὶ Γαΐου Ἰουλίου Πτολλίδος καὶ Ἀμαράντου
Ἑστιαίου καὶ Ἥρωνος ἐπικαλουμένου
Εὐδαίμονος καὶ Διοδώρου Θεογείτονος
τῶν δ πεπληρωκότων τὸν ὡρισμένον
χρόνον καὶ Ἀνουβίωνος Ἥρωνος καὶ Δημητρίου
Σουχάμμωνος τῶν δύο δηλωθέντων τετελευτηκέναι ἀνεδόθησαν οἱ ὑπογεγραμμένοι ὑπὸ τῶν τῆς πόλεως γραμματέων ὡς
εὔποροι καὶ ἐπιτήδειοι οἷς δημόσια. παραγγέλλεται
ἀντιλαμβάνεσθαι τῆς ἐνχειρισθείσης αὐτοῖς
χρείας ὑγιῶς καὶ πιστῶν εἰς τὸ ἐν μηδενὶ
μεμφθῆναι. σεσημείωμαι. ἔτους θ Αὐρηλίου
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀρμενιακοῦ
Μηδικοῦ Παρθικοῦ Μεγίστου Μεσορὴ ιζ.
ἔστι δὲ· Γάϊος Ἰούλιος Ἀπολινάριος γεουχῶν
ἐν Καρανίδι ἔχων πόρον δραχμῶν Δ
Μύσθης Κορνηλίου γεουχῶν ἐν Πτολεμαΐδι
Νέᾳ ἔχων πόρον ταλάντου α.
Ἀντώνιος Ἡρακλιανὸς γεουχῶν ἐν τῷ
Νέστου ὁμοίως δραχμῶν Δ
Γάϊος Ἰούλιος Σατορνεῖλος γεουχῶν ἐν Τάνι
ἔχων πόρον δραχμῶν Δ
Πτολεμαῖος καὶ ὡς χρηματίζει νομογράφος Φαρβαίθων
ἔχων πόρον δραχμῶν Δ
Πασίων Πετερμούθεως τοῦ Πετερμούθεως
ἀπὸ Ἑλληνίου ἔχων πόρον δραχμῶν Δ
Ἥρων ὑπηρέτης ἀποτα[…]ς κατεχώρισα Μεσορὴ κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.