no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9312.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους δευτέρου Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
μηνὸς Θεογεναίου ἕκτῃ ἐν τῇ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείτου μερίδος
Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Στοτοῆτις[…]τ…νίου ὡς ἐτῶν τεσσαράκοντα
[…]…[…] χειρὸς δεξιᾶς Ἁρπαῆσις Τεσενούφεως ὡς ἐτῶν τεσσαράκοντα πέντε
οὐλὴ ὑπὸ ὄμμα ἀριστερὸν καὶ Σαταβοῦς
τοῦ Ἑριεῦς Λα…ας ὡς ἐτῶν εἴκοσι ἑπτὰ
οὐλὴ …ατίᾳ δεξιᾷ καὶ Πανεφρύμις τοῦ Ἑριεῦς ὡς ἐτῶν τεσσαράκοντα
οὐλὴ μετώπωι μέσωι καὶ Ὀννῶφρις Πανομιεὺς ὡς ἐτῶν τριάκοντα ἓξ οὐλὴ χειρὶ
δεξιᾷ καὶ Σαταβοῦς τοῦ Ἑριεῦς Ἀπῦγχις
ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Ἁρπαῆσις τοῦ Ἁρπαγάθου πρεσβυτέρου ὡς ἐτῶν τεσσαράκοντα
οὐλὴ ῥινὶ μέσῃ καὶ Παγῦσις τοῦ Ἁρπαγάθου
ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ κνήμῃ ἀριστερᾷ,
οἱ ἑπτὰ Πέρσαι τῆς ἐπιγονῆς ὁμολογοῦμεν
ἔχειν τὸ δάνειον ἐξ οἴκου παραχρῆμα ἀργυρίου
ἐπισήμου κεφαλαίου καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς πεντήκοντα , τόκου ὡς ἐκ
δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ
ἀποδώσομεν ἐν μηνὶ Νερωνείου τοῦ ἐνεστῶτος
β ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος ὑπογραφεὺς τῶν ὁμολογούντων[…]……… Ἁρπαῆσις Τεσενοῦφις καὶ Σαταβοῦς τοῦ Ἑριεῦς
καὶ Πανεφρύμμις τοῦ Ἑριεῦς καὶ Ὀννόφρις
τοῦ Πανομιεὺς καὶ Σαταβοῦς Ἑριεῦς Ἀπῦγχις καὶ
Ἁρπαῆσις τοῦ Ἁρπαγάθου καὶ Παγῦσις τοῦ Ἁρπαγάθου, οἱ ἑπτὰ Πέρσαι τῆς
ἐπιγονῆς, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, ὁμολογοῦμεν
ἔχειν τὸ δάνειον παρὰ Στοτοῆτις
ἀργυρίου ἐπισήμου κεφαλαίου καὶ Πτολεμαικοῦ νομίσματος
δραχμὰς πεντήκοντα τόκου ὡς ἐκ
δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσομεν μηνὶ Νερονίῳ
τοῦἐνεστῶτος β ἔτους Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ὡς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν
μὴ[…]…οδοτ… γράμματα ΖώιλοςΛεωνίδου […]
[… ? lines lost …]
[v]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.