no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11714.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου
Αὐρηλίου Οὐήρου Σεβαστοῦ Φαῶφι κβ διὰ γραφείου Νειλουπόλεως τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσι
Θασῆς Στοτοήτεως τοῦ Ὥρου ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱέρεια
ὡς ἐτῶν ν οὐλὴ ὑπὲρ ἀγκῶνα ἀριστερὸν μετὰ κυρίου τοῦ υἱοῦ Στοτοήτεως
Στοτοήτεως τοῦ Στοτοήτεως ἱερέως πρώτης φυλῆς Σοκνοπαίου θεοῦ
μεγάλου μεγάλου ὡς ἐτῶν λ οὐλὴ μετώπῳ ἐκ δεξιῶν καὶ Θασῆς Ὥρου τοῦ Πανεφρύμεως ὡς ἐτῶν λ οὐλὴ γενείῳ μέσῳ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς
Πανούφεως Ἀγχώφεως τοῦ Ἀγχώφεως ἱέρεια τῆς αὐτῆς φυλῆς τοῦ αὐτοῦ θεοῦ ὡς ἐτῶν λα οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν Ταουῆτι Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἐτῶν μη ἀσήμῳ μετὰ
κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Παβοῦτος Σαταβοῦτος τοῦ Ἁρπαγάθου ὡς ἐτῶν
ξ ἀσήμου ἔχειν παρʼ αὐτῆς τὰς ὁμολογοῦσας παραχρῆμα διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς δεκατέσσαρες ἀρραβῶνα ἀναπόριφον ἀπὸ τῆς
συμπεφωνημένης τιμῆς ἀργυρίου δραχμῶν εἴκοσι μιᾶς τοῦ ὑπάρχοντος τῆς Θασῆτος Στοτοήτεως ἕκτου μέρους ἑβδόμου μέρους οἰκίας
οὔσης ἐν κώμῃ Σοκνοπαίου Νήσου καὶ τοῦ ἐπιβάλλοντος μέρους τῆς Θασῆτος Ὥρου ὅσου ἂν ᾖ τῆς αὐτῆς οἰκίας ἧς γείτονες τῆς ὅλης οἰκίας καθὼς
ἐκ συμφώνου ὑπηγόρευσαν νότου εἴσοδος καὶ ἔξοδος, βορρᾶ οἰκία
Σαταβοῦτος, λιβὸς ἑτέρων οἰκόπεδα, ἀπηλιώτου Ἀγχώφεως
οἰκία ὧν καὶ τὴν καταγραφὴν ποιήσονται αἱ β ὁμολογοῦσαι τῇ
Ταουῆτι ὁπότε ἂν αἱρῆται αὐτῶν λαμβανόντων παρʼ αὐτῆς τὰς λοιπὰς τῆς τιμῆς δραχμὰς ἑπτὰ ἐὰν δὲ μὴ καταγράψωσι ἔκτισιν αὐτὰς τὸν ἀρραβῶνα διπλοῦν μεθʼ ἡμιολίας καὶ τόκων γινομένης
τῆς πράξεως τῇ Ταουῆτι ἔκ τε τῶν ὁμολογουσῶν καὶ ἐκ τῶν ὑπαρχόντων αὐταῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς Στοτοῆτις Τεσενούφεως
ὡς ἐτῶν […]ε οὐλὴ ὀφρύσιν ἀμφοτέραις Θασῆς Στοτοήτεως μετὰ κυρίου τοῦ υἱοῦ Στοτοήτεως τοῦ Στοτοήτεως καὶ Θασῆς Ὥρου
μετὰ κυρίου τοῦ ἀνδρὸς Πανούφεως Ἀγχώφεως ὁμολογοῦμεν ἔχειν παρὰ τῆς Ταουήτιος τὰς τοῦ ἀργυρίου
δραχμὰς δεκατέσσαρες ἀρραβῶνα ἀναπόρριφον τοῦ
ἐπιβάλλοντος Θασῆτος Ὥρου μέρος καὶ ἕκτον μέρος
ἑβδόμου μέρους τῆς Θασῆτος Στοτοήτεως οὐσῶν ἐν τῇ
προκειμένῃ οἰκίᾳ ὧν αἱ γειτνίαι πρόκινται καὶ καταγράψω ὅποτε ἐὰν αἱρῆται καθὼς πρόκειται Στοτοῆτις ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.