Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.1.183

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 8944. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] […]ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου νουμηνίᾳ, Παχὼν νουμηνίᾳ, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ . ὁμολογεῖ Ὧρος Τεσενούφιος τοῦ Τεσενούφιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα τριῶν οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ τῇ ἑαυτῇ ὁμοπατρίῳ καὶ ὁμομητρίῳἀδελφῆι καὶ ἔστιν αὐτὴ ἡ προοῦσα καὶ συνοῦσα αὐτῷ γυναικὶ Ἐριέᾳ ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Πεκύσιος τοῦ Ὥρου ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ ἀντικνημίωι ἀριστερῶι ἔχειν παρʼ αὐτῆς τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἐφʼ ἑαυτῇ φέρνην ἀργυρίου κεφαλαίου δραχμὰς εἴκοσι. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες καθὼς καὶ προεγαμοῦσαν, ἐπιχορηγοῦντος Ὥρου τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου ἐνδημῶν καὶ ἀποδημῶν ἐν τοῖς κατὰ τὴν συνβίωσιν χρονοις αὐτῶν ἀκατηγόρητον, ἐὰν ἐγβῇ ἀποδότω ὁ ὁμολογῶν Ὥρος τῇ Ἐριέᾳ τὴν φέρνην ἐν ἡμέραις τριάκοντα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ, ἐὰν δὲ μὴ ἀποδῶι, […] τῆς πράξεως οὔσης τῇ Ἐριέᾳ ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, μενούσης δὲ ἐπὶ χώρας τῆς συνγραφῆς ταύτης ἀπερίλυτον εἶναι. παροῦσα δὲ ἐπὶ τῆς ἀρχῆς ἡ τῶν γαμούντων μήτηρ Σαταβοῦς τῆς Ὥρου τοῦ Ἁρυώτου ὡς ἐτῶν ἑξήκοντα πέντε φακὸς χίλει τῷ ἄνω ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Τανεφρίμμιος υἱοῦ Στοτοήτιος τοῦ Ἐρίεως ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ ὀφρύι δεξιᾷ καὶ συνχωροῦσα μετὰ τὴν ἑαυτῆς τελευτὴν τοῖς ἑαυτῆς τέκνοις Στοτοήτι καὶ Ὥρωι καὶ θυγατράσι Σουήρι καὶ Ἐριέᾳ καὶ τοῖς τοῦ τετελευτηκότος αὐτῆς ἑτέρου υἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρωι τῷ μὲν υἱῶι Στοτοήτι συνχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν οἰκίαν καὶ αὐλὴν ἐκ τοῦ πρὸς νότου μέρους καὶ τέταρτον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς, πρότερον Ψενταπιάμιος, καὶ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερον Πατουλῶτος ὁμοίως δὲ καὶ συνχωρεῖ ἡ αὐτὴ Σαταβούς μετὰ τὴν ἑαυτῆς τελευτὴν τῷ προγεγραμμένῳ ἑτέρωι υἱῶι Ὥρωι καὶ θυγατρὶ Ἐριέᾳ, κοινῶς ἐξ ἴσου κατὰ τὸ ἥμισυ μέρος τῆς ὑπαρχούσης αὐτῇ ἑτέρας οἰκίας καινῆς καὶ αὐλῆς ἐκ τοῦ πρὸς νότου μέρους καὶ τὰ συνκύροντα πάντα, τοῖς δʼ αὐτοῖς τέκνοις Ὥρωι καὶ Ἐριέᾳ συνχωρεῖ ἡ Σαταβούς τέταρτον μέρος τῆς προκειμένης οἰκίας καὶ αὐλῆς πρότερον Ψενταπιάμιος, καὶ Ὥρωι μόνῳ συγχωρεῖ […]ολὰς λ[…]κὰς δύο καὶ τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρωι συνχωρεῖ μετὰ τὴν ἑαυτῆς τελευτὴν τόπον ψιλὸν ἐντὸς περιβόλου ἱεροῦ Σοκνοπαίου θεοῦ μεγάλουὄντα καὶ συνχωρεῖ ἡ αὐτὴ Σαταβοὺς τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρωι μῦλον θηβαικὸν καὶ ὅσα ποτὲ ἐὰν καταλείψῃ ἐπίπλοα σκεύη καὶ ἐνδομενίαν πᾶσαν καὶ ἐπιτροπεύουσαν καὶ ἀνε[…]…ηγετεύουσαν καὶ τῇ θυγατρὶ Ἐριέᾳ συνχωρεῖ ἡ Σαταβούς τὸν περὶ αὐτῆς γυναικεῖον κόσμον καὶ τῇ θυγατρὶ Σοήρει ὁμοίως συγχωρεῖ ἡ Σαταβοῦς μετὰ τὴν ἑαυτῆς τελευτὴν τὸ λοιπὸν ἥμισυ μέρος τῆς προγεγραμμένης πρότερον Ψενταπιάμιος οἰκίας καὶ αὐλῆς καὶ τοῖς τοῦ τετελευτηκότος αὐτῆς ἑτέρου υἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρωι ἑκάστῳ ἀνὰ ἀργυρίου δραχμὰς ὀκτὼ ἐφʼ ᾧ ἀποδώσουσιν οἱ δύο […]… Στοτοήτι καὶ Ὣρωι ἃς ὀφείλει ἡ Σαταβοὺς διὰ χειρὸς ἀγράφως ἀργυρίου δραχμὰς ὀκτακοσίας, εἶναι δὲ αὐτοῖς κοινῶς ἐξ ἴσου τὴν προσήκουσαν τῇ Σαταβοῦτι ταφὴν καὶ κηδείαν ἀνεκλόγιστα, ἐφʼ ὃν χρόνον ζῶσα ᾖ Σαταβούς, ἔχειν αὐτὴν τὴν ἐξουσίαν τῶν ἰδίων πάντων πωλεῖν ὑποτίθεσθαι διαθέσθαι οἷς ἐὰν βούληται ἀπαραποδίστως. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ὧρος Στοτοήτιος ὡς ἐτῶν κδ οὐλὴ μετώπωι μέσωι καὶ τῆς Ἐριέας καὶ τοῦ κυρίου Λεονίδης τοῦ Ζωίλου ὡς ἐτῶν κδ οὐλὴ μετώπωι ἐκ δεξιῶν καὶ τῆς Σαταβοῦτος καὶ τοῦ κυρίου Στοτοήτιος τοῦ Ἀπύγχεως ὡς ἐτῶν ξ οὐλὴ πήχει ἀριστερῶι. Ὧρος Τεσενούφεος τοῦ Τεσενούφεος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν παρὰ τῆς συνούσης καὶ προγαμούσης μου γυναικὸς Ἐριέας τῆς Τεσενούφεος μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Πεκύσεως τοῦ Ὥρου τὰς τῆς φερνῆς ἀργυρίου δραχμὰς εἴκοσι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ὧρος Στοτοήτιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ἐριεὺς ἡ Τεσενούφιος μετὰ κυρίου τοῦ υἱοῦ Πακύσιος τοῦ Ὥρου δέδωκα τὴν προκειμένην φερνὴν ἀργυρίου δραχμὰς εἴκοσι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Λεονίδης Ζωίλου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Σαταβοὺς ἡ Ὥρου τοῦ Ἁρυώτου μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Τανεφρέμμιος υἱοῦ Στοτοήτιος τοῦ Ἐριέως ὁμολογῶ συγκεχωρηκέναι μετὰ τὴν ἐμὴν τελευτὴν τοῖς τέκνοις μου Στοτοήτι καὶ Ὥρωι καὶ Σοήρι καὶ Ἐριέᾳ καὶ τοῖς τοῦ τετελευτηκότος μου ἑτέρου υἱοῦ Τεσενούφιος υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τῷ μὲν υἱῷ Στοτοήτι συνχωρῶ οἰκίαν καὶ αὐλὴν ἐκ τοῦ πρὸς νότου μέρους καὶ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ μέρους, πρότερον Ψενταπιάμις καὶ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερονΠατουλῶτος καὶ τῷ Ὥρωι καὶ θυγατρὶ Ἐριέᾳ ὁμοίως συνχωρῶ ἑκάστῳ κατὰ τὸ ἥμισυμέρος οἰκίας καινῆς καὶ αὐλῆς ἐκ τοῦ πρὸς νότου μέρους, τοῖς αὐτοῖς ὁμοίως συνχωρῶ κοινῶς ἐξ ἴσου τέταρτον μέρος οἰκίας καὶ αὐλῆς πρότερον Ψενταπιάμιος καὶ τῷ Ὥρῳ μόνῳ συνχωρῶ[…]ολὰς λ[…]…κὰς δύο καὶ τῇ θυγατρὶ Σοήρι ὁμοίως συνχωρῶ ἥμισυ μέρος τῆς πρότερον Ψενταπιάμις οἰκίας καὶ αὐλῆς, τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τὸν ὑπάρχοντά μοι ἐντὸς περιβόλου ἱεροῦ Σοκνοπαίου τόπον ψιλὸν καὶ μῦλον θηβαικὸν σὺν τραπέζῃ καὶ τοῖς αὐτοῖς δυσὶ Στοτοήτι καὶ Ὥρῳ συνχωρῶ […]τα[…]α[…]αλι[…]με…[…] …κ… καὶ Στοτοήτι καὶ Ὥρωι κλίνας τέσσαρας […]καὶ τοῖς τοῦ τετελευτηκότος μου ἑτέρου υἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρῳ συνχωρῶ[…]ἀργυρίου δραχμὰς ὀκτὼ ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Στοτοῆτις Ἀπύγχεως διὰ τὸ μὴ εἰδέναι γράμματα. γραμματεὺς τοῦ ἐν τῇ Σοκνοπαίου Νήσου γραφείου. [v] … Σαταβοὺς … τα…να [… 2 lines lost …] [sigl] ἔτους δ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ

Translations (1)

EN AI · OpenAI gpt-4o-2024-08-06
In the fourth year of the reign of Emperor Caesar Domitian Augustus Germanicus, in the month of Germaniceius, on the new moon of Pachon, on the island of Soknopaiou Nesos in the Herakleides region of the Arsinoite nome. Horos, son of Tesenouphis, a Persian of the epigone, forty-three years old, with a scar on his left calf, acknowledges to his own sister, Eria, thirty-five years old, living with her and married to her husband, who bears a scar, and their son, Pekysios, son of Horos, twenty-two years old, has a scar on the left shin, to receive from her, the acknowledging party, immediately, through his hands, silver as a dowry capital, twenty drachmas. Therefore, they shall live together as married, as they did before marriage, with Horos providing all necessary supports and clothing, and other things owed to a wife according to his means whether residing or traveling, during their time together without reproach. If separated, Horos shall return to Eria the dowry within thirty days from when it is demanded, and if not returned, the action shall belong to Eria from both Horos and all his belongings, as though by judgment. The mother of the marrying parties, Satabus, daughter of Horos of Haryotes, sixty-five years old, with a birthmark on her right cheek, with her sister, Tanefrimos, son of Stotoetes of Eria, acknowledges her permission after death to her children Stotoetes, Horos, and daughters Soueris and Eria, and the children of her late other son Tesenouphis, Stotoetes and Horos, allowing her son Stotoetes a house and courtyard from the south part and a quarter of another house, previously Psentapiamis’s, and a fifteenth of another house and courtyard, previously Patulotos’s. Likewise, she grants her son Horos and daughter Eria, equally, half a part of a new house and courtyard from the south part, and its annexes, everything laid secure. To her sons Stotoetes and Horos, she grants a bare piece of land within the precinct of the great Soknopaiou god, and to the daughter, Eria, her feminine apparel, and to daughter Soueris, equally, with the remaining half of the house previously noted as Psentapiamis’s, also granting them the management and disposal of all her dowry and property freely without any hindrance during her life. Horos Stotoetes, twenty-four years old, with a scar on his forehead in the middle, wrote for him due to his illiteracy. Eria, daughter of Tesenouphis, with her son Pysis, son of Horos, has given the mentioned dowry of twenty drachmae of silver as laid out. This

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.