Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

cpr.1.28 Ptolemais Euergetis (Arsinoites)

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 9858. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον συγγραφῆς γαμικῆς· ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Γερμανικείου ἐνάτῃ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ· ὁμολογεῖ Ἀπολλώνιος Πετσίριος τοῦ Κάστορος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν … τῇ[…] ἀδελφῇ ἑαυτοῦ ἔτι πάλαι γυναικὶ Ταπεῦτι ὡς ἐτῶν […]ὀκτὼ μετὰ κυρίου τοῦ τοῦ τετελευτηκότος αὐτῆς ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Πετες[…]οὐλὴ δακτύλῳ μικρῷ χειρὸς […]ἔχειν τὸν ὁμολογοῦντα παρʼ αὐτῆς διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου νομίσματος δραχμὰς ἑκατὸν χωρὶς παραφέρνων ἐν χρυσῷ ἐπισήμῳ […]. συνβιούτωσαν οὖν οἱ γεγαμηκότες[…] […] τέκνα τέσσαρα Πετσῖρις καὶ Ὀρσενοῦφις καὶ Δεῖος καὶ Ταορσενοῦφις ἀμεμψιμοιρήτως τοῦ Ἀπολλωνίουχορηγοῦντος αὐτῇ τὰ δέοντα πάντα […] […]κατὰ δύναμιν τοῦ βίου εἴδη, αὐτὴ ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχέσθω ἐν τῇ κατὰ τὸν βίον …… διαφορᾶς αὐτοῖς γεινομένης ἀποδότω ὁ Ἀπολλώνιος παραχρῆμα τὴν φερνὴν καὶ τὰ παράφερνα οἷα ἐὰν ἐγβῇ ἐκ τῆς τρίψεως, γεινομένης αὐτῇ τῆς πράξεως ἔκ τε αὐτοῦ τοῦ Ἀπολλωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ[…] […] ἐπὶ χώρας ἀπερίλυτος· ἐὰν δὲ μή συνχωροῦσι ἀμφότεροι μετὰ τὴν ἑκατέρου τελευτὴν εἶναι τῶν προγεγραμμένων[…] ἀλλήλων τέκνων τ[…]ὁ μὲν Ἀπολλώνιος εἶναι τῶν προγεγραμμένων υἱῶν δύο Πετσίριος καὶ Ὀρσενούφιος κοινῶς ἐξ ἴσου ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ ἐν τῇ προγεγραμμένῃ κώμῃ …[…] […]οἰκίαν διπυργίαν καὶ αὐλὴν ὅσων ἐστὶν μέτρων καὶ πηχισμῶν καὶ τὰ συνκυροῦντα πάντα, τοῦ δὲ Δείου […]τὰς ὑπαρχούσας αὐτῷ τῷ ὁμολογοῦντι Ἀπολλωνίῳ[…] […]τέσσαρας πάσας ἐν μιᾷ σφραγῖδι συνεχεῖς ἀλλήλαις ὅσων εἰσὶν μέτρων καὶ πηχισμῶν ἐν αἷς ἐλαιουργῖον καὶ […]τὰ χρηστήρια καὶ τὰ τούτων συνκυροῦντα τὰ ὑπὸ τοῦ Ἀπολλωνίου ἀπολειφθησόμενα σκεύη ἐπίπλοα καὶ ἐνδομενείαν καὶ ὀνικὰ κτήνη ὅσα ἐστὶν ἀριθμῷ καὶ ἃ ἔχει […]παντοῖα, τῶν δὲ ἀρρένων υἱῶν τ[…]καθʼ ὁνδηποτε οὖν τρόπον, ἡ δὲ Ταπετσῖρις καὶ αὐτὴ ὁμοίως συνχωρεῖ εἶναι τῶν αὐτῶν προγεγραμμένων υἱῶν Πετσίριος καὶ Ὀρσενούφιος τῶν δύο κοινῶςἐξ ἴσου απ[…] […]ς κλήρου κατοικικοῦ σιτοφόρον ἀρουρῶν πέντε ἢ ὅσων ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν τῷ Ὀγδοηκονταρούρῳ[…]β[…] […]ς παντὸς ἐδάφους υἱῶν δύο ὁμοίως κοινῶς ἐξ ἴσου καὶ ἀπὸ τοῦ ὑπάρχοντος αὐτῷ π[…]ν νήσου ἐλαιῶνος καὶ[…] […]αστων ἐπὶ τὰ αὐτὰ ὁμοίως ἔτι δὲ καὶ ἐν μιᾷ σφραγῖδι …[…]ανωγιον…ον κατὰ μέσον ὑποδοχεῖον καὶ […] ἥμισυ ἐκ τοῦ πρὸς τὸ ἐπιβάλλον μέρος[…] […] τέσσαρες , ἐν δὲ ἐκ[…]μενη Ταπεῦτις ἐπὶ τὸ αὐτὸ ἀρούρας τέσσαρας ἥμισυ κατʼ ἐπιβολὴν τοῦ ἔνοντος παντὸς ἐδάφους[…]λειπομένου το…γεγο[…] […]ιν αὐτοῖς τε καὶ τῷ ἀδελφῷ αὐτῶν Δείῳ ἡ τούτων κράτησις καὶ χρῆσις ἑκάστῳ κατὰ τρίτον μέρος ἔτι δὲ καὶ[…]…λεγομένοις ἐπὶ τὸν ἀεὶ χρόνον[…] […]σιν ἐξ ἴσου ει[…]των ὑπαρχόντων αὐτῇ ἐν τῇ Θεογένους οἰκοπέδων τοὺς ἐν μιᾷ σφραγῖδι ὠνητοὺς ἐξ ἰδίου λόγου[…]λιωπωλ καὶ μὴ με[…] […]τριακοστοῦ α[…]η……οις περιστερεὼν ε…χθε…ων ὄντων τῇ προγεγραμμένῃ αὐτῶν ἀδελφῇ Ταορσενοῦφι[…] πρὸς βορρᾶ καὶ λιβὰ ν[…] […]ατ εὐθὺ τούτων […]που λίβα εἰς ἀπηλιώτην πηχῶν πέντε διατεινόντων νότον καὶ βορρᾶς διὰ τῶν[…] αὐτῶν ἔτι δὲ καὶ ἀπὸ[…] […]ὑπάρχοντα αυ[…]τι[…]τιον ἐν ἑτέρᾳ σφραγῖδι ὁμοίως ὠνητὰς ἐξ ἰδίου λόγου ψιλὸν τόπον εξ[…]ου ἑκκαιδεκάτου […] […]νος θεοῦ μεγάλου, τοῦ δὲ Δείου μόνου τὰς ὑπαρχούσας τῇ αὐτῇ […]ι περιττ[…]ντας κλήρου κατοικικοῦ[…] […] σφραγῖδι ἀπὸ λιβὸς τοῦ σημαινομένου ἐλαιῶνος καὶ ἀπὸ τοῦ αὐτοῦ ἐλαιῶνος τῶν α[…]η μέρους ἡμιολ[…] […]ον ἐπὶ βορρᾶ διʼ ὅλου τοῦ ἐλαιῶνος κατʼ ἐπιβολὴν τοῦ ἔνοντος παντὸς ἐδάφους καὶ […] ὑποδοχείου καὶ τῆς οἰκίας[…] […]κοινὸν καὶ ἀδιαίρετον ὡς πρόκειται πρὸς τοὺς ἑαυτοῦ […]Πετσῖριν καὶ Ὀρσενοῦφιν[…] καὶ ἀπὸ τῶν ὑπαρχόντων[…] […]λεγομένῳ πεδίῳ κλήρου κατοικικοῦ ἀρουρῶν πέντε ἐν μιᾷ σφραγῖδι λοιπὴν ἄρουραν[…] ἔτι δὲ καὶ ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ περὶ Μένδητα […] νων ο[…]καλουμένου ἄρουραν[…]δ[…]αν διʼ ἀνὰ μέσον ὄντος[…]

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.