Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.5.269_270_271qrpl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

β ἔτους Κλαυδίου μηνὸς Καισαρείου ἐπαγομένων ε. Ὀρσεῦς Ἁρμιύσιος μητρὸς Ταυσίριος συνπέπρακα τὸ ἐπιβάλλον μοι μέρος ἀπὸ ἡμίσους μέρους πατρικῆς οἰκίας παλαιᾶς συμπεπτωκυίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρὸς αὐτὸν τὸν πριάμενον Ψονσνεῦν καὶ ἑτέρους ἐν Τεβτύνει, καὶ συναπέχω τὴν τιμὴν πᾶσαν ἐκ πλήρου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ συμβεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει καθὼς πρόκειται. καὶ εὐδοκεῖ ἡ γυνή μου Ταμιεῦς Πατύνις τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδὲ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκειται. Ὀρσεῦς γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα. Ἡρώδης Ἡρώδου μητρὸς Τααρμιύσιος συνπέπρακα τὸ ἐπιβάλλον μοι μέρος ἀπὸ ἡμίσους μέρους πατρικῆς οἰκίας παλαιᾶς συμπεπτωκυίας καὶ αὐλῆς καὶ τῶν συγκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρός τε τὸν πριάμενον Ψοννεῦον καὶ ἑτέρους ἐν Τεβτύνει λεγομένων πρότερον Ὤπεως, καὶ συναπέχω τὴν τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ συμβεβαιώσωτὴν πρᾶσιν πάσῃ βεβαιώσει. καὶ εὐδοκεῖ μου ἡ γυνὴ Ταμαρῆς Αὐνήους τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδὲ ἐγκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Μελαντᾶς Κρονίωνος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Πακῆβκις καὶ Παπνεβτῦνις οἱ δύο Ἁρμιύσιος μητρὸς Ταυσίριος συνπεπράκαμεν τὰ ἐπιβάλλοντα ἡμῖν μέρη ἀπὸ ἡμίσους μέρους πατρικῆς οἰκίας παλαιᾶς συμπεπτωκυίας καὶ αὐλῆς καὶ συγκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων πρός τέ σε τὸν πριάμενον καὶ ἑτέρους ἐν Τεβτύνει λεγομένων πρότερον Ὤπεως· ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ αὐλῆς νότου πρότερον Ὀρσεῦτος Λαβάειτος οἰκία νυνὶ δὲ Ἡρακλήου τοῦ Ὀρσενούφεως καὶ ἐπί τι μέρος υἱῶν Ἁτρηπώνσιος οἰκία καὶ αὐλή, βορρᾶ πρότερον Ὀρσεῦτος Πριοῦτος καὶ ἑτέρων οἰκία νυνὶ δὲ Εὐτύχου τοῦ Εὐτύχου καὶ ἐπί τι μέρος Ἁρατύτιος καὶ ἑτέρων τόποι νυνὶ δὲ Εὐτύχου πρεσβυτέρου Εὐτύχου, λιβὸς καὶ ἀπηλιώτου ῥύμαι βασιλικαί· καὶ συναπέχομεν παρὰ τοῦ Ψονσνεῦτος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ συνβεβαιώσομεν τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ τοῦ Παπνεβτύνεως γυνὴΘενμιεῦς Μιεῦτος τῇ πράσει ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον[…] [… 4 lines lost …]

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.