no image
DDbDP-text
[r]
Ἥρων Ἀκουσιλάου καὶ ἡ γυνή μου Θαῆσις Ἡρακλήου καὶ ἡ ἀδελφή μου Φαριένη καὶ ἡ μήτηρ ἡμῶν Θερμουθάριον
Φάρου μετὰ κυρίων ἑκατέρων τῶν γυναικῶν τῆς μὲν Θαήσιος ἐμοῦ τοῦ ἀνδρὸς καὶ τῆς Φαριένης καὶ Θερμουθαρίου
ὁμολογοῦμεν ἐγὼ μὲν ὁ Ἥρων καὶ ἡ ἀδελφή μου Φαριένη
πεπρακέναι Ὡρίωνι Διδύμου τὸν ὑπάρχοντα ἡμῖν πατρικὸν ἀμπελῶνα ἀναδενδρατικὸν ἐν ἑκτολογουμένῃ
τάξει ἡμιαρούριον καὶ συνκύροντα πάντα ἐν οἷς ἥμισυ μέρος φρέατος λιθίνου καὶ κηλωνείου καὶ μέρος ὑποδοχείου
καὶ ὑδραγωγοῦ καὶ ἰχθύας καὶ χοὸς ἀναβολῆς καὶ τὸ ἥμισυ μέρος τοῦ ἐπὶ τῷ ὑποδοχείῳ χι…οτος Ἑλληνικοῦ καλάμου, πάντα περὶ Εἰβιῶνα Εἰκοσιλενταρούρων τῆς αὐτῆς μερίδος· ὧν γείτονες νότου καὶ ἀπηλιώτου τῆς Τιβερίου Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μαικηνατιανῆς οὐσίας κλῆροι, βορρᾶ Διδυμίονος ἀμπελών, λιβὸς Κρονίωνος ἀμπελών.
καὶ ἀπέχομεν παρὰ τοῦ Ὁρίωνος τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσομεν
ἐξ ἀλληλενγύης τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ ἑβδόμου ἔτους
καὶ αὐτοῦ τοῦ ἑβδόμου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκιται. Ἥρων γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα.
[v]
πρᾶσις Ἥρωνος καὶ ἄλλων
πρὸς Ὡρίωνα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.