no image
DDbDP-text
Receipt for a Gift of Land via HGV-meta
Linked by Trismegistos ID
TM 12151.
Each record below describes this same artifact or text from a different angle.
ζ ἔτους Κλαυδίου, ἐπαγομένων γ, ἐκδόσιμον.
Ἁρυώτης Λυσιμάχου ἔχω ἐν προσδόσει παρὰ τοῦ τῆς γυναικός μου Ἡρακλέας πατρὸς Διδύμου τοῦ Μάρωνος κατὰ τήνδε τὴν ὁμολογίαν ἐπὶ τῆι Ἡρακλέᾳ ἄνευ διατιμήσεως κλήρου κατοικικοῦ ἀρούρας δύο ἥμισον τέταρτον ἢ ὅσαι ἐὰν ὦσι περὶ Ἰβιῶνα Εἰκοσαπενταρούρων τῆς Πολέμωνος μερίδος, ὧν αἱ γειτνίαι διὰ τῶν περὶ αὐτῶν οἰκονομιῶν δηλοῦνται, πρότερον οὔσας ἐμοῦ τοῦ προγεγραμμένου Ἁρυώτου χωρὶς ἄλλης ἀργυρικῆς καὶ χρυσικῆς φερνῆς καὶ κατοικικῶν κλήρων καὶ δουλικῶν σωμάτων δύο
τῶν προπροσενεχθέντων μοι ἐπὶ τῆι Ἡρακλήᾳ ὑπὸ τῶν γονέων αὐτῆς Διδύμου καὶ Ῥοδοῦτος καὶ αὐτῆς Ἡρακλέας καθʼ ἑτέρας συνγραφὰς δύο τὰς διὰ τοῦ αὐτοῦ γραφείου τελειωθείσας τῶι δευτέρωι ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος, μηνὶ Καισαρείου ἐπαγομένων τρίτηι, ἐν αἷς ἐστὶν μία Ἑλληνική, ἡ δὲ ἑτέρα Αἰγυπτεία τροφῖτις· καὶ ἐάν τις χωρισμὸς γένηται ἡμῶν ἀπʼ ἀλλήλων, ἀναπέμπεσθαι εἰς τὴν Ἡρακλέαν καὶ τὸν κατὰ τήνδε τὴν πρόσδοσιν προσενηνεγμένον κλῆρον ἅμα τοῖς ἄλλοις τοῖς κατὰ τὰς προγενεστέρας συνγραφὰς δύο προσενηνεγμένοις πᾶσι καὶ τὰς διʼ αὐτῶν δεδηλομένας διαστολὰς πάσας κυρίας εἶναι πλὴν τοῦ προσενηνεγμένου ὑπὸ τοῦ αὐτοῦ Διδύμου
ἐπὶ τῆι αὐτῇ Ἡρακλέᾳ διὰ τῶν αὐτῶν συνγραφῶν μέρους οἰκοπέδων, τῶν καὶ πεπραγμένων ὑπὸ τῆς Ἡρακλέας μετὰ κυρίου ἐμοῦ τοῦ ἀνδρὸς Ἁρυώτου τῶι διεληλυθότι ἕκτωι ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Πατύνι
Ἀπολλωνίου ἀργυρίου ἐπισήμου δραχμῶν τριακοσίων εἴκοσι , τὰς καὶ ἐπʼ ἐμοὶ τῶι Ἁρυώτηι χωρὶς τῆς διὰ τῶν αὐτῶν συνγραφῶν γαμετῶν ἀργυρικῆς τε καὶ χρυσικῆς φερνῆς καὶ ἑτέρων ὑπαρχόντων καθὼς πρόκειται· κατὰ μηδὲν τῶν
τῆς Ἡρακλέας γονέων Διδύμου τοῦ Μάρωνος καὶ Ῥοδοῦτος τῆς Ἡρακλήας ἁπλῶς ἐλαττουμένου ὑπὲρ ἧς ἔχουσι τῆς Ἡρακλέας κατὰ πατρικῶν καὶ μητρικῶν ἐπὶ τοῦ αὐτοῦ δευτέρου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος μηνὶ διὰ τοῦ αὐτοῦ γραφείου ἐκστάσεως καὶ τῶν διʼ αὐτῆς δεδηλομένων κατʼ εὔνοιαν καὶ φιλοστοργίαν τοῦ Διδύμου πρὸς τὴν θυγατέρα Ἡρακλέαν· τὴν τοῦδε τοῦ κλήρου προσφορὰν πεποιημένου
μένειν κυρίαν καὶ ἕκαστα ποιήσω καθὼς πρόκειται. Δίδυμος Μάρωνος προσενήνεγμαι ἐπὶ τῇ θυγατρί μου Ἡρακλείᾳ τῷ ἀνδρὶ αὐτῆς Ἁρυώτηι τὰς προκειμένας περὶ Ἰβιῶνα Εἰκοσαπεντααρούρων κλήρου κατοικικοῦ ἀρούρας δύο ἥμισον τέταρτον ἢ ὅσαι ἐὰν ὦσιν ἐπὶ τὸ πλεῖον χωρὶς τῶν προπροσενηνεγμένων ἐπὶ τῇ αὐτῇ Ἡρακλείᾳ τῷ Ἁρυώτηι ὑπὸ τοῦ αὐτοῦ καὶ τῆς γυναικός μου οὔσης τῆς
Ἡρακλείας μητρὸς Ταμάρωνος καὶ αὐτῆς Ἡρακλείας ἀκολούθως πᾶσι τοῖς προδεδηλομένοις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.