no image
DDbDP-text
Property Settlement after Marriage and Agreement not to Prosecute via HGV-meta
Linked by Trismegistos ID
TM 12149.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
ὁμολογεῖ Ἁρυώτης Λυσιμάχου ὡς ἐτῶν οὐλὴ
τῷ τῆς προούσης καὶ συνούσης αὐτῶι γυναικὸς
Ἡρακλείας πατρὶ Διδύμωι Μάρωνος ὡς ἐτῶν
οὐλὴ παρούσης καὶ εὐδοκούσης πᾶσι τοῖς κατὰ τὴν
ὁμολογίαν ταύτην δηλουμένοις τῆς προγεγραμμένης Ἡρακλείας ὡς ἐτῶν οὐλὴ
μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς πατρὸς
Διδύμου ἔχειν παρʼ αὐτοῦ
κατὰ τήνδε τὴν ὁμολογίαν ἐν προσδόσει φερνῆς ὑπὲρ τῆς προγεγραμμένης Ἡρακλείας ἀργυρίου δραχμὰς εἴκοσι διὰ χειρὸς
ἐξ οἴκου καὶ ἐν προσφορᾷ ἄνευ διατιμήσεως τὰς
ὑπαρχούσας τῶι Διδύμωι περὶ Ἰβιῶνα Εἰκοσιπενταρούρων τῆς
Πολέμωνος μερίδος κλήρου κατοικικοῦ ἀρούρας ε
ἢὅσαι ἐὰν ὦσιν ὧν αἱ γειτνίαι
διὰ τῶν περὶ αὐτῶν οἰκονομιῶν δεδήλωνται
πρότερον οὔσας τοῦ προγεγραμμένου Ἁρυώτου
χωρὶς ἧς προσηνέγκατο ὁ αὐτὸς Δίδυμος
ἐπὶ τῇ αὐτῇ Ἡρακλείᾳ σὺν τῇ γυναικὶ αὐτοῦ
μητρὶ δὲ τῆς Ἡρακλείας Ῥοδοῦτι Ἡρακλείδου
χρυσικῆς καὶ ἀργυρικῆς φερνῆς καὶ προσφορᾶς
ὑπαρχόντων καὶ κλήρων καὶ δουλικῶν
σωμάτων καθʼ ἑτέρας συνγραφὰς δύο
τὰς διὰ τοῦ αὐτοῦ γραφείου
τελειωθείσας τῶι γ ἔτει Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
ἐν μηνὶ ποιῶι ἐν αἷς ἐστιν μία Αἰγυπτία
τροφῖτις ἡ δὲ ἑτέρα Ἑλληνικὴ
ἃς καὶ μένειν κυρίας σὺν ταῖς διʼ αὐτῶν
προγεγραμμέναις διαστολαῖς πάσαις τὴν
δὲ προσφορὰν τοῦ προκιμένου κλήρου πεποιῆσθαι ἀπὸ τῶν γενημάτων τοῦ ἐνεστῶτος
ϛ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος
συμβιούτωσαν οὖν ἀλλήλοις ὅ τε Ἁρυώτης καὶ
Ἡράκλεια ἀμεμψιμοιρήτως καθότι καὶ πρότερον διὰ τὸ καὶ γεγονέναι ἐξ ἀλλήλων παιδίον θῆλυν ᾧ ὄνομα. ἐὰν δὲ διαφορᾶς αὐτοῖς γεναμένης χωρίζονται ἀπʼ ἀλλήλων ἢ μὲν τοῦ Ἁρυώτου ἀποπέμποντος ἢ καὶ
τῆς Ἡρακλείας ἑκουσίως ἀπαλλασσομένης
ἔστω παραχρῆμα τοῦ Διδύμου, ἐὰν δὲ
[r,2]
οὗτος μὴ περιῆι, τῆς θυγατρὸς Ἡρακλείας
ὁ προσενηνεγμένος καθὼς πρόκιται
κλῆρος τῶν πέντε ἀρουρῶν, καὶ ἀποδότω
ὁ Ἁρυώτης τῶι Διδύμῳ, ἐὰν δὲ οὗτος
μὴ περιῆι, τῇ αὐτῇ Ἡρακλείᾳ ἅμα τῇ κατὰ
τὰς προτέρας συνγραφὰς φερνῇ καὶ ἑτέροις
καὶ παραφέρνοις καὶ τὰς κατὰ τὴν πρόσδοσιν ταύτην δραχμὰς εἴκοσι ἐπὶ μὲν τῆς
ἀποπομπῆς παραχρῆμα ἐπὶ δὲ τῆς
ἑκουσίως ἀπαλλαγῆς ἐν ἡμέραις
ἑξήκοντα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ, ἐὰν δὲ
μὴ ἀποδῶ καθʼ ἃ γέγραπται ἀποτισάτω
παραχρῆμα μεθʼ ἡμιολίας γινομένης
τῷ Διδύμῳ, ἐὰν δὲ μὴ περιῇ, τῇ θυγατρὶ Ἡρακλείᾳ τῆς πράξεως ἔκ τε τοῦ
ὁμολογοῦντος Ἁρυώτου
ὡς ἐκ Πέρσου τῆς ἐπιγονῆς καὶ
ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
καθάπερ ἐκ δίκης.
ὑπογραφὴ Ἁρυώτου.
Ἁρυώτης Λυσιμάχου ὁμολογῶ ἔχειν
ἐν προσδόσει τὰς τοῦ ἀργυρίου δραχμὰς
εἴκοσι καὶ ἐν προσφορᾷ τὸν προκίμενον
κλῆρον καὶ συγχωρῶ καθὼς πρόκιται.
ὑπογραφὴ Διδύμου.
Δίδυμος Μάρωνος
συνευδοκούσης τῆς θυγατρός μου Ἡρακλείας μετὰ κυρίου ἐμοῦ προσενήνεγμαι
τῶι Ἁρυώτῃ ἐπὶ τῇ Ἡρακλείᾳ τὰς τοῦ ἀργυρίου δραχμὰς εἴκοσι καὶ ἐν προσφορᾷ τὸν
προκίμενον κλῆρον τῶν πέντε ἀρουρῶν
καὶ συνχωροῦμεν καθὼς πρόκιται.
Δίδυμος γέγραφα καὶ ὑπὲρ τῆς θυγατρός
μου μὴ εἰδυίας γράμματα.
[r,3]
ὁμολογοῦσιν Δίδυμος Μάρωνος
ὡς ἐτῶν οὐλὴ καὶ ἡ τούτου θυγάτηρ Ἡράκλεια ὡς ἐτῶν οὐλὴ
μετὰ κυρίου τοῦ ἀνδρὸς Ἁρυώτου
τοῦ Λυσιμάχου ὡς ἐτῶν οὐλὴ
Πατύνει Ἀπολλωνίου ὡς ἐτῶν οὐλὴ
ἐπεὶ ἠμφισβήτησαν οἱ ὁμολογοῦντες
πρὸς τὸν Πατῦνιν ὑπὲρ πέμπτου μέρους
οἰκίας καὶ αὐλῆς καὶ εἰσόδου καὶ ἐξόδου λεγομένης καινῆς ἐν Τεβτύνει
τῆς Πολέμωνος μερίδος τῆς καὶ πεπραγμένης ὑπὸ τοῦ Πατύνεως τῶι διελθόντι ἔτει καθʼ ἃς εἶχεν εἰς ἑαυτὸν κυριευτικὰς οἰκονομίας
αὐτόθεν οἱ ὁμολογοῦντες λελειμμένοις τοῖς δικαίοις συνχωροῦσι μηδὲν ἐνκαλεῖν μηδὲ ἐγκαλέσειν τῶι
Πατύνει μηδὲ τῶι παρʼ αὐτοῦ ὀνησαμένῳ Χράτῃ Ἁρπαήσιος περὶ τοῦ
προκιμένου πέμπτου μέρους
τρόπωι μηδενί. ἐὰν δὲ ἐπέλθωσι
ἢ ἐνκαλέσωσι χωρὶς τοῦ τὴν ἐσομένην ὑπὲρ τινὸς αὐτῶν ἔφοδον
ἢ ἔνκλησιν ἄκυρον εἶναι ἔτι καὶ
προσαποτισάτωσαν τῷ Πατύνει
παραχρῆμα τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον
ἀργυρίου δραχμὰς πεντακοσίας
καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ
μηδὲν ἧσσον τὰ διωμολογημένα
κύρια εἶναι. μὴ ἐλαττουμένων τοῦ Διδύμου
καὶ Πατύνεως ὑπὲρ οὗ προφέρεται ἕκαστος
δεσπόζειν μέρους ἑτέρων τόπων ἐν ἑτέρᾳ σφραγῖδι ἐν τῇ αὐτῇ κώμῃ.
ὑπογραφή. Δίδυμος Μάρωνος καὶ ἡ θυγάτηρ μου Ἡράκλεια μετὰ κυρίου τοῦ
ἀνδρὸς Ἁρυώτου τοῦ Λυσιμάχου ὁμολογοῦμεν μὴ ἐπελεύσεσθαι μηδʼ ἐγκαλέσειν τῷ Πατύνει ἀκολούθως πᾶσι
τοῖς προγεγραμμένοις. Ἁρυώτης ἔγραψα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας
γράμματα.
ὑπογραφή. Δίδυμος Μάρωνος ὁμολογῶ
μὴ ἐπελεύσεσθαι μηδʼ ἐγκαλέσειν τῷ
Πατύνει ἀκολούθως πᾶσι τοῖς προκιμένοις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.