no image
DDbDP-text
Cession of Catoecic Land via HGV-meta
Linked by Trismegistos ID
TM 12095.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογεῖ Δίδυμος νεώτερος Λυσιμάχου, ὡς ἐτῶν μα, εὐμεγέθης μελίχρως, οὐλὴ ἀντικνημίωι δεξιῶι,
τῇ ἑαυτοῦ γυναικὶ οὔσῃ δὲ καὶ ὁμοπατρίωι καὶ ὁμομητρίωι ἀδελφῇ Ἡροῖ ὡς ἐτῶν λε μέσῃ λευκόχρῳ οὐλὴ μετώπωι μέσωι,
μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Ἡρώδου τοῦ Πτολεμαίου, ὡς ἐτῶν λ, μέσου μελιχροῦ, οὐλὴ ὑπὸ κρόταφον ἀριστερόν, παρακεχωρηκέναι αὐτῆι ὥστε καὶ ἐγγόνοις αὐτῆς καὶ τοῖς παρʼ αὐτῆς εἰς μετεπιγραφὴν ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι περὶ Θεογονίδα τῆς Πολέμωνος μερίδος κατοικικῶν ἐδαφῶν τὰς πρότερον Ἡρακλείδου τοῦ Διδύμου κλήρου
κατοικικοῦ ἀρούρας ι ἢ ὅσαι ἐὰν ὦσι καὶ τὰ συνκύροντα πάντα, ὧν γείτονες νότου τοῦ ὁμολογοῦντος Διδύμου καὶ τῶν
ἀδελφῶν κλῆρος, βορρᾶ ὁδὸς βασιλική, λιβὸς ἔκχυσις τῶν σημαινομένων ἀρουρῶν δέκα καὶ τοῦ προωνομασμένου ἀπὸ νότου
τοῦ αὐτοῦ Διδύμου καὶ τῶν ἀδελφῶν κλήρου, ἀπηλιώτου ποτίστρα τῶν αὐτῶν δύο κλήρων, ὑπὲρ ὧν καὶ ἐπιτετελεκέναι
τὸν αὐτὸν Δίδυμον τὰς εἰς τὴν Ἡρὼ ἔτι ἀπὸ τοῦ ιθ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ Παχὼν λ διὰ τοῦ κατοικικοῦ λογιστηρίου
τῆς μετεπιγραφῆς καὶ παραχωρήσεως οἰκονομίας ὡς καθήκει· εἰς δὲ τὴν ἑσταμένην τοῦ παρακεχωρημένου
κλήρου τιμὴν αὐτόθεν τὴν Ἡρὼ κατὰ τήνδε τὴν ὁμολογίαν παραδεδέχθαι τῶι Διδύμωι ἀργυρίου ἐπισήμου
δραχμὰς[…] αἵ εἰσιν συντίμησις ψελίων ὀκτὼ κεφαλαίων ζεύγων μναιαίων δ, καὶ ἀκιδωτοῦ μναιαίων β 𐅵 τῶν ἐπὶ τὸ
πᾶν χρυσίου δοκιμείου Ἀλεξανδρείνου μναιαίων ϛ 𐅵 σταθμῷ Ἀλεξανδρείνωι, ὧν ὁ Δίδυμος ἔλαβεν ἐν τοῖς
προσενηνεγμένοις αὐτῶι καὶ τῆι Ἡροῖ ὑπὸ τοῦ ἀμφοτέρων πατρὸς Λυσιμάχου τοῦ Διδύμου ὃς τετελεύτηκεν
[…]η κατὰ συνγραφὴν συνοικεσίου τὴν διὰ τοῦ ἀγορανομίου τελειωθεῖσαν τῶι ι ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ
[…]…, ἀπεσχηκότος τοῦ Διδύμου παρὰ τῆς Ἡροῦς τὸ εἰς συνπλήρωσιν τῆς τοῦ κλήρου τιμῆς ἕτερον ἀργυρικὸν
κεφάλαιον ὁμοίως διὰ χειρὸς ἐξ οἴκου· καὶ μὴ ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν τὴν Ἡρὼ μηδʼ ἄλλον ὑπὲρ αὐτῆς τῶι Διδύμῳ
και τοῖς παρʼ αὐτοῦ περὶ ἐκείνων τῶν προωνομασμένων χρυσίου μναιαίων ϛ 𐅵, μένειν δὲ τὴν τοῦ συνοικεσίου
συνγραφὴν κυρίαν καὶ ἔνθεσμον ἐπί τε τοῖς λοιποῖς τοῖς μετὰ τοῦ χρυσίου μναιαῖα ϛ 𐅵 προσενηνεγμένοις ἐπὶ τῆι Ἡροῖ καὶ ταῖς ἄλλαις ταῖς διὰ τῆς αὐτῆς συνγραφῆς δεδηλωμέναις διαστολαῖς πάσαις· καὶ συνχωρεῖν
αὐτὸν τὸν Δίδυμον καὶ τοὺς παρʼ αὐτοῦ βεβαιώσειν τῆι Ἡροῖ καὶ τοῖς παρʼ αὐτῆς τὸν παρακεχωρημένον κλῆρον
πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων καὶ ἀρταβείας καὶ ναυβίου καὶ ἀριθμητικοῦ καὶ τιμῆς γῆς
καὶ ἐπιβολῆς κώμης καὶ πλεονασμάτων καὶ ἐπιγραφῶν πασῶν καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔμπροσθεν
χρόνων μέχρι τοῦ κα ἔτους καὶ αὐτοῦ τοῦ κα ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως
ἐπὶ τὸν ἅπαντα χρόνον· καὶ παρέξεσθαι μηδένα κωλύοντα Ἡρὼ μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας αὐτῶν καὶ εἰσοδεύοντας
καὶ ἐξοδεύοντας εἰς αὐτὰς καὶ κατεργαζομένους καὶ κατασπείροντας καὶ μισθοῦντας καὶ τοὺς ποτισμοὺς καὶ τὰς
ἐκχύσεις ποιουμένους ὡς ἄνωθεν εἴθισται καὶ τὰ ἐξ αὐτῶν ἀποφερομένους καὶ ὑποτιθέντας καὶ ἑτέροις παραχωροῦντας
καὶ διοικοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται, πρός τε τὰ προκείμενα μηδὲν ἐγκαλέσειν μηδὲ διαμφισβητήσειν
μηδʼ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ ἤ, χωρὶς τοῦ πᾶν τὸ ὑπεναντίως ἐπιτελεσθησόμενον ἄκυρον εἶναι, προσαποτεισάτω
ὁ Δίδυμος Ἡροῖ παραχρῆμα τήν τε τοῦ κλήρου τιμὴν μεθʼ ἡμιολίας καὶ τόκον καὶ ὡς ἴδιον χρέος ἀργυρίου ἐπισήμου δραχμὰς Β
καὶ τὸ βλάβον καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον ἡ θʼ ὁμολογία ἥδε καὶ αἱ τῆς μετεπιγραφῆς καὶ παραχωρήσεως οἰκονομίαι κύριαι ἔστωσαν
ἐπὶ τὸν ἅπαντα χρόνον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.