Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.kron.17 25. Sept. 140Tebtynis (Arsinoites)

Prestito di denaro via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11538. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ κη ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι ἡ Ταορσενοῦφις ὡς ἐτῶν τεσσεράκοντα πέντε οὐλὴ ἀντικνημίωι ἀριστερῶι καὶ Τεφορσαὶς ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ χειρὶ ἀριστερᾷ ἀμφότεραι Κρονίωνος τοῦ Χεῶτος ἑκατέρα μετὰ κυρίου, ἡ μὲν Ταορσενοῦφις τοῦ πατρὸς Κρονίωνος τοῦ Χεῶτος ὡς ἐτῶν ἑβδομήκοντα ὀκτὼ οὐλὴ δακτύλωι μικρῷ χειρὸς ἀριστερᾶς, ἡ δὲ Τεφορσαὶς τοῦ ἀνδρὸς, ὄντος τοῦ καὶ ἀδελφοῦ, Ἁρφαήσεως ὡς ἐτῶν τεσσεράκοντα ὀκτὼ η οὐλὴ ἀντίχειρι ἀριστερῶι, αἱ δύο Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλωνἔγγυοι εἰς ἔκτισιν, Διδύμη Ἥρωνος τοῦ Ἀμαίτος ὡς ἐτῶν τεσσαράκοντα ἕξ , οὐλὴ ἀντικνημίωι ἀριστερῶι μετὰ κυρίου τοῦ κατὰ μητέρα ἀνεψιοῦ Ἁρπαήσεως τοῦ Ἡρακλήου ὡς ἐτῶν […] κοντα οὐλὴ χειρὶ ἀριστερᾷ, ἔχειν παρʼ αὐτῆς Διδύμης παραχρῆμα διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς τριακοσίας ἑβδομήκοντα δύο ὧν καὶ τὴν ἀπόδοσιν ἐπάναγκον ποιήσωνται ἐν μηνὶ Θὼθ τοῦ εἰσιόντος πέμπτου ἔτους ἀνυπερθέτως, ἐὰν δὲ μὴ ἀποδώσουσι καθὼς γέγραπται τῇ προκιμένῃ προθεσμίᾳ ἐξεῖναι τῇ Διδύμῃ ἢ ᾧ παρʼ αὐτῆς, ἐὰν αἰρῆται. καρπίζεσθαι εἰς τὸ ἴδιον ἀπὸ τοῦ αὐτοῦ πέμπτου ἔτους ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῇ Τεφορσαίτι περὶ κώμην Τεβτῦνιν ἐν τῇ λεγομένῃ Στασικράτους διαίτῃ κλήρου κατοικικοῦ ἀρουρῶν τεσσάρων ἀρούρας δύο ἀφʼ ἧς ἐὰν αἱρῆται ἡ Διδύμη κεφαλῆς ἢ μέρους, πρὸς τὴν Τεφορσαὶν ὄντων τῶν δημοσίων πάντων τῶν ἀρουρῶν δύο , ἐὰν δὲ μὴ βούληται τὴν Διδύμην καρπίζεσθαι, γείνεσθαι αὐτῇ τῆς πράξεως ἔκ τε τῶν ὁμολογουσῶν ἢ ἐκ τῆς μιᾶς καὶ ἐκ τῶν ὑπαρχόντων αὐταῖς πάντων καθάπερ ἐκδίκης. ὑπογραφεὺς Ἵππαλος Χράτου ὡς ἐτῶν ἑβδομήκοντα[…] οὐλὴ πήχει δεξιῶι. Ταορσενοῦφις καὶ Τεφορσαὶς ἀμφοτέρων Κρονίωνος ἑκατέρα μετὰ κυρίου, ἡ μὲν Ταορσενοῦφις τοῦ πατρὸς, ἡ δὲ Τεφορσαὶς τοῦ ἀνδρὸς Ἁρφαήσεως, ὁμολογοῦμενἔχειν παρὰ τῆς Διδύμης ἐξ ἀλληλεγγύης τὰς δραχμὰς τριακοσίας ὀγδομήκοντα δύο χρῆσιν ἃς ἀποδώσομεν ἐν μηνὶ Θὼθ τοῦ πέμπτου ἔτους ἐὰν δὲ μὴκαρπίζεσθαι αὐτὴν τὰς δύο ἀρούρας περὶ Τεβτῦνιν καθὼς πρόκιται. ἔγραψε ὑπὲρ αὐτῶν Ἵππαλος Χράτου μὴ εἰδότων γράμματα. Διδύμη Ἥρωνος μετὰ κυρίου τοῦ κατὰ μητέρα ἀνεψιοῦ Ἁρπαήσεως τοῦ Ἡρακλήου γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκιται. ἔγραψε ὑπὲρ αὐτῶν Μάρων Μάρωνος μὴ εἰδότων γράμματα.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.