no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9859.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τετάρτου καὶ εἰκοστοῦ Αὐτοκράτορος
Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ
Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου μηνὸς Δύστρου Τῦβι ιβ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ
Ἀρσινοείτου νομοῦ· ὁμολογεῖ Ἁρποκρατίων Δημητρίου τοῦ Ἥρωνος ἀπὸ τῆς μητροπόλεως ἀναγραφόμενος ἐπʼ ἀμφόδου Φρέμει ὡς ἐτῶν εἴκοσι οὐλὴ ἀντικνημίῳ δεξιῷἸσιδώρᾳ Ἐπαγάθους ὡς ἐτῶν
δέκα ὀκτὼ οὐλὴ κανθῷ ὀφθαλμοῦ δεξιοῦ μετὰ κυρίου
τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Θέωνος ὡς ἐτῶν τεσσεράκοντα ἄσημος· ἔχειν τὸν ὁμολογοῦντα Ἁρποκρατίωνα παρὰ τῆς Ἰσιδώρας παραχρῆμα διὰ χειρὸς ἀργυρίου δραχμὰς ὀκτακοσίας παραθήκην ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον
παντὸς ὑπολόγου ἣν καὶ ἀποδώσει αὐτῇ ὁπηνίκα
ἐὰν αἱρῆται ἄνευ πάσης ὑπερθέσεως καὶ κρίσεως καὶ εὑρησιλογίας, γινομένης αὐτῇ τῆς πράξεως ἔκ τε τοῦ Ἁρποκρατίωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεῖς τοῦ μὲν Ἁρποκρατίωνος φαμένου μὴ εἰδέναι
γράμματα Δίδυμος Ἥρωνος ὡς ἐτῶν τριάκοντα
ἓξ ἄσημος, τῆς δὲ Ἰσιδώρας καὶ τοῦ κυρίου ὁμοίως
ἀγραμμάτου Πτολλᾶς Διδᾶ ὡς ἐτῶν μβ ἄσημος.
Ἁρποκρατίων Δημητρίου ὁμολογῶ ἔχειν παρὰ τῆς Ἰσιδώρας
τὰς τῆς παραθήκης δραχμὰς ὀκτακοσίας ὀκτὼ καὶ ἀποδώσω
ὁπηνίκα ἐὰν αἱρῆται ἀνυπερθέτως καθὼς πρόκιται· Δίδυμος Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Ἰσιδώρα
Ἐπαγάθου μετὰ κυρίου τοῦ ἀδελφοῦ Θέωνος· γέγονε εἴς με ἡ παραθήκη καθὼς πρόκιται· Πτολλᾶς Διδᾶ ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.
σεσημείωμαι Τῦβι ιβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.