no image
DDbDP-text
Heiratsvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 9442.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἀντίγραφον συνγραφῆς
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἀπελλαίου α
Φαῶφι α διὰ γραφείου Ἀλαβανθίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου.
ὁμολογεῖ Ἑρμῆς ἀπελεύθερος Σκύλακος τοῦ Σκύλακος ἀναγραφόμενος ἐπʼ ἀμφόδου […]ουνοσ……ωνος ὡς ἐτῶν τεσσαράκοντα ἑπτὰ ἄσημος τῇ προούσῃ καὶ συνούσῃ αὐτῷ ἀγράφως γυναικὶ Ἰσιδώρᾳ Σατύρου ὡς ἐτῶν τεσσεράκοντα πέντε
ἄσημος μετὰ κυρίου τοῦ συγγενοῦς Εὐδαίμονος τοῦ Διδύμου
ὡς ἐτῶν εἴκοσι τεσσάρων οὐλὴ προσώπῳ μέσῳ ἔχειν παρʼ αὐτῆς ἐφʼ ἑαυτῇ ἔτι πάλαι τὴν φερνὴν χρυσίου δοκιμίου τετάρτων
τέσσαρας …[…]χρυσὸς δηναρίων δύο καὶ δακτύλιον δ…ωτω……[…]σων […]ω καὶ ἀργυρίου δραχμῶν
ἑκατὸν οὐσῶν. ἱμάτια ἐν συντιμήσει καὶ ἐν παραφέρνοις Ἀφροδίτην[…]ηχυτ[…]… πάντα χαλκᾶ μυροθήκη
ζα…θηκην[…]…[…]… αὐτήν. συνβιούτωσαν οὖν ἀλλήλοις ὅ τε Ἑρμῆς καὶ ἡ Ἰσιδώρα ἀμέμπτως καθότι καὶ πρότερον ἐπιχορηγοῦντος μὲν αὐτοῦ τὰ δέοντα πάντα καὶ τὸν ἱματϊσμὸν καὶ τὰ ἄλλα ὅσα προσήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν
καὶ αὐτῆς δὲ Ἰσιδώρας[…]… καὶ ἀκατηγόρητον ἑαυτὴν
παρεχομένης[…]ἐὰν δὲ διαφορᾶς αὐτοῖς γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων,ἀποδώσειν τὸν Ἑρμῆν τῇ Ἰσιδώρᾳ τὴν προῖκα[…]χιον ἐν τοῖς αὐτοῖς κοσμαρίοις ἀγω[…]ἐπὶ μὲν τῆς ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίας ἀπαλλαγῆς ἐν ἡμέραις[…] ἀφʼ ἧς ἐὰν
ἀπαιτηθῇ γινομένης τῇ Ἰσιδώρᾳ τῆς πράξεως ἔκ τε τοῦ Ἑρμοῦ
[2]
καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῷ πάντων καθάπερ
ἐκ δίκης. ὑπογραφεὺς
τοῦ Ἑρμοῦ Ἡρακλίδης
Διδύμου ὡς ἐτῶν νζ οὐλὴ ὑπʼ ὀφρύι ἀριστερᾷ. Ἑρμῆς ἀπελεύθερος Σκύλακος τοῦ
Σκύλακος ὁμολογῶ ἔχειν
παρὰ τῆς προούσης καὶ συνούσης μοι ἀγράφως γυναικὸς Ἰσιδώρας ἐφʼ ἑαυτῇ ἔτι πάλαι τὴν
φερνὴν χρυσίου δοκιμίου τετάρτας τέσσαρας καὶ ἀργυρίου δραχμὰς ἑκατὸν οὔσας
ἱμάτια ἐν συντιμήσει καὶ τὰ
παράφερνα, ἅπερ ἅπαντα
ἀποδώσει ἐπὶ τῆς ἐσομένης
αὐτῶι διαφορᾶς καθὼς πρόκειται. ἔγραψα
ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα
Ἡρακλίδης Διδύμου. Ἰσιδώρα Σατύρου μετὰ κυρίου τοῦ συνγενοῦς
Εὐδαίμονος τοῦ Διδύμου.
ἐντέτακται διὰ γραφείου
Ἀλαβανθίδος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.