no image
DDbDP-text
Sale of a Slave via HGV-meta
Linked by Trismegistos ID
TM 17632.
Each record below describes this same artifact or text from a different angle.
[column 1]
τοῖς ἀγορανόμοις
Ὀξυρυγχιτῶν παρὰ Σαραπίωνος
Ἀπολλωνίου τοῦ Ἀπίωνος. ὀμνύω Αὐτοκράτορα Καίσαρα
Τίτον Αἴλιον Ἁδριανὸν
Ἀντωνῖνον Σεβαστὸν
Εὐσεβῆ πεπρακέναι
Ἀγαθῷ Δαίμονι ἀπελευθέρῳ Ἡρακλείδου καὶ Σαραπίωνος τοῦ καὶ Δωρίωνος
ἀμφοτέρων Σαραπίωνος
ἀπὸ τῆς αὐτῆς πόλεως
τὸν ὑπάρχοντά μοι κατηντηκότα εἴς με ἀπὸ
κληρονομίας τοῦ τοῦ
πατρός μου πρὸς πατρὸς
θείου καὶ θέσει πατρὸς
μετηλλαχότος
Ζωίλου οἰκογενῆ δοῦλον Δίδυμον τοῦτον
τοιοῦτον ἀναπόρριφον
πλὴν ἱερᾶς νόσου
καὶ ἐπαφῆς, εἶναί τε
ἐμοῦ καὶ μήτε ὑποκεῖσθαι μηδὲ ἑτέροις
ἐξηλλοτριῶσθαι κατὰ
μηδένα τρόπον, ἀπέχειν δέ με τὰς τῆς τιμῆς ἀργυρίου δραχμὰς
χιλίας τριακοσίας
καὶ βεβαιοῦν. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία.
ὁ δεῖνα ἔγραψα ὑπὲρ
αὐτοῦ μὴ εἰδότος
γράμματα. ἔτους
τετάρτου καὶ εἰκοστοῦ
Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου
[…]
[column 2]
ἔτους τετάρτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς[…]ἐν Ὀξυρύγχων πόλει·
ἐπρίατο Σαραπίων Ἀπολλωνίου τοῦ Ἀπίωνος μητρὸς[…]
Ἀγαθῷ Δαίμονι ἀπελευθέρῳ Ἡρακλείδου καὶ Σαραπίωνος
ἐν ἀγυιᾷ τὸν ὑπάρχοντα αὐτῷ κατηντηκότα εἰς αὐτὸν ἀπὸ
κληρονομίας τοῦ τοῦ πατρὸς πρὸς πατρὸς θείου καὶ θέσει πατρὸς
μετηλλαχότος Ζωίλου Ζωίλου τοῦ Ἀπίωνος μητρὸς Σινθοώνιος ἀπὸ τῆς αὐτῆς πόλεως οἰκογενῆ δοῦλον Δίδυμον ὡς ἐτῶν κε ἄσημον οὗ ἀρραβῶνος ἔσχεν ὁ Σαραπίων παρὰ τοῦ Ἀγαθοῦ Δαίμονος ἔτι ἀπὸ δευτέρας ἐπαγομένων τοῦ διελθόντος τρίτου καὶ εἰκοστοῦ ἔτους δακτύλιον
χρυσοῦν, ἐξ οὗ καὶ ἐτάξατο ὁ Ἀγαθὸς Δαίμων τὰ εἰς τὸ ἐνκύκλιον τοῦ
αὐτοῦ δούλου τέλη ταῖς αὐταῖς ἐπαγομέναις, ὅνπερ δοῦλον Δίδυμον αὐτόθι παρείληφεν ὁ Ἀγαθὸς Δαίμων παρὰ τοῦ Σαραπίωνος τοῦτον τοιοῦτον ἀναπόρριφον πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς, τὰς δὲ συμπεφωνημένας ὑπὲρ τιμῆς τοῦ αὐτοῦ
δούλου ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς χιλίας
τριακοσίας αὐτόθι ἀπέσχεν ὁ Σαραπίων παρὰ τοῦ Ἀγαθοῦ Δαιμονος ἐκ πλήρους χαλκοῦ ταλάντων ἐσχ… δέκα τρισχιλιας καὶ
πωλεῖ καὶ βεβαιοῖ Σαραπίων τὸν αὐτὸν δοῦλον Δίδυμον
ὃς καὶ αὐτόθι ἀπέδωκεν τῷ Ἀγαθῷ Δαίμονι ὃν ἔσχεν ὡς
πρόκειται εἰς λόγον ἀρραβῶνος δακτύλιον χρυσοῦν ἐν ἀγυιᾷ τῇ αὐτῇ. Ἀγαθὸς Δαίμων ἀπελεύθερος
Ἡρακλείδου καὶ Σαραπίωνος τοῦ καὶ
Δωρίωνος ἀμφοτέρων Σαραπίωνος
ἐπριάμην ὡς πρόκειται. Σαραπίων Ἀπολλωνίου τοῦ Ἀπίωνος πέπρακα τῷ Ἀγαθῷ Δαίμονι τὸν δοῦλον
[…]……[…]… του[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.