no image
DDbDP-text
Register of Property via HGV-meta
Linked by Trismegistos ID
TM 20545.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
μετηνέχθη.
καὶ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἑτέραν οἰκίαν καὶ αὐλὴν
ἃ ἦν τὸ πρὶν ψιλὸς τόπος, ἀφʼ οὗ πατρικὸν μὲν
τὸ ἥμισυ, πρὸς ὧι κεκλήρωται ἐκ τῆς πρὸς τὴν
πρὸς πατρὸς αὐτοῦ θείαν Δημητροῦν Σαραπίωνος
διαιρέσεως πλείω πήχεις ἐννέα τέταρτον
ὄγδοον , ὧν καὶ τὸ τέλος ἔταξαν.
καὶ […] ἔχει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἐν ὑποθήκηι
Δίου τοῦ Πτολλίωνος …[…]ου μητρὸς Θερμοῦτος τῆς
Σαραπίωνος οἰκίαν ἐν ἧι π……λον καὶ αἴθριον
καὶ αὐλή, ἀκολούθως αἷς ἔγραψε τῷ αὐτῶι Σαραπίωνι
αὐτός τε καὶ ἡ γυνὴ αὐτοῦ Διονυσία […]… τοῦ
…[…]α[…]ωνος μητρὸς Σαραεῦτος τῆς Ἡρακλείδου
δανείου συνγραφαῖς τρισὶ διὰ τοῦ ἐν τῆι αὐτῇ πόλει
μνημονείου, μιᾶι μὲν τῶι ζ ἔτει Δομιτιανοῦ τοῦ κυρίου
μηνὶ Καισαρείωι, τῇ δὲ δευτέρᾳ τῶι διελθόντι η ἔτει το… μηνὶ
Φαῶφι, τῇ δὲ τρίτῃ τῶι αὐτῷ διελθόντι ἔτει μηνὶΜεχείρ,
τὰ δὲ προκείμενα αὐτοῦ πατρικὰ δηλωθέντα
ὑπάρχοντα κατήντησεν εἰς αὐτὸν μετὰ τὴν τοῦ πατρὸς τελευτὴν.
ιβ ἔτους, ἐπαγομένων ε, διʼ ἐνκυκλίου ὁ αὐτὸς γε… Σαραπίων τέτακται τέλος ἀνανεώσεως
τῆς προκειμένης ὑποθήκης.
ιγ ἔτους, ἐπαγομένων ε, διʼ ἐνκυκλίου κολλήματος γ ὁ Σαραπίων τέτακται τέλος ἐπικαταβολῆς τῆς
ὑποθήκης.
α ἔτους Νέρουα τοῦ κυρίου, Τῦβι ιε, ὁ Σαραπίων ὁ καὶ Διογένης ἐπήνεγκε […]
…ως ἄδειαν κατὰ τῆς προκειμένης ὑποθήκης.
ὑπάρχει δὲ αὐτῶι ἐπὶ τοῦ ἀπὸ λιβὸς μέρους τοῦ
ὄρους ἥμισυ μέρος τάφου κοινωνικοῦ πρὸς τὴν
αὐτὴν πρὸς πατρὸς αὐτοῦ θείαν Δημητροῦν.
α ἔτους Νέρουα τοῦ κυρίου, Χοίακ κ, διʼ ἐνκυκλίου ὁ αὐτὸς Σαραπίων τέτακται τέλος
τάφου καὶ ψιλῶν τόπων ὄντων ἐν τῷ κονικ ἐποικίῳ[…]
[ms]
[…]…… Δίου
τοῦ Πτολλίωνος ὄντος
ἐν τῷ δημοσίῳ διὰ Ἡραίδος
τῆς Παυσίριος ὁμογνησίας
ἀδελφῆς γυναικὸς αὐτοῦ
Διονυσίας ἀναγραφομένης ἐπʼ ἀμφόδου
[…]…ε πα οδ οἰκίαν καὶ
αὐλὴν καὶ αἴθριον.
α ἔτους Νέρουα τοῦ κυρίου,
μηνὸς Καισαρείου ἐπαγομένων ε,
διὰ ἀγορανόμων μητροπόλεως
ὁ Σαραπίων ὁ καὶ Διογένης
ἐντέτακται πωλήσας
[…]τη……α
…… …λη
………
ἀπελευθέρῳ
Ἡρακλείδου τοῦ Διογένους
τοῦ καὶ Ἡρακλείδου
μητρὸς Ταυσίριος
τῆς καὶ Θαλλοῦτος εἰς
ἀλλο ἀπο… ὁμοίως ἐξ ἴσου.
παρετέθη
τοῖς πράκτορσι
…μ ἀπογραφ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.