no image
DDbDP-text
Indemnification of a Surety via HGV-meta
Linked by Trismegistos ID
TM 20541.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ, Μεχεὶρ , ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος.
ὁμολογεῖ Λουκία ἡ καὶ Θαισᾶς Λουκίου μητρὸς Σινθώνιος τῆς Θέωνος Περσίνη μετὰ κυρίου τοῦ ἐξανεψίου Ἡρᾶτος τοῦ Ἡρακλείδου τοῦ Ἡρακλείδου
μητρὸς Πλουτάρχης Σαραπίωνος Σαραπίωνι τῷ καὶ Κλάρῳ
Σαραπίωνος τοῦ Ἡρακλείδου μητρὸς Κλάρας τῆς
Ναρκίσσου, πάντες τῶν ἀπὸ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἀπαρενόχλητον καὶ ἀνείσπρακτον παρέξεσθαι τὸν Σαραπίωνα τὸν καὶ
Κλάρον καὶ τοὺς παρʼ αὐτοῦ κατὰ πάντα τρόπον ὑπὲρ ἧς πεποίηται
ὁ αὐτὸς Σαραπίων ὁ καὶ Κλάρος ἐγγύης Ἡρακλείδῃ Ἀπολλωνίου
τοῦ Χαιρήμονος μητρὸς Ἡραίδος Διδύμου ἀπὸ τῆς αὐτῆς πόλεως
καθʼ ὁμολογίαν διὰ τοῦ αὐτοῦ μνημονείου τῷ ἐνεστῶτι μηνὶ Μεχείρ, ὧν ἡ ὁμολογοῦσα δεδάνεισται παρʼ αὐτοῦ κατὰ δανείου συνγραφὴν διὰ τοῦ αὐτοῦ μνημονείου τῷ αὐτῷ μηνὶ Μεχεὶρ ἀργυρίου
δραχμῶν τρισχιλίων πεντακοσίων κεφαλαίου τόκου δραχμιαίου
ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ αὐτοῦ μηνὸς ἐπὶ ὑποθήκῃ ταῖς
σημανθείσαις αὐτῆς περὶ Σερῦφιν ἐκ τοῦ Δημητρίου Μιλησίου κλήρου κατοικικῆς καὶ ὠνημένης ἀρούραις τρισὶ ἡμίσει , καὶ ἐκ τοῦ αὐτοῦ
κλήρου ἀπὸ κατοικικῆς καὶ ὠνημένης ἀρουρῶν δέκα δύο μεθʼ ἃς
ὑπέθετο Τααφύγχει Θωνίωνος ἀρούρας ἑπτὰ ταῖς λοιπαῖς ἀρούραις
πέντε , καὶ ἐκ τοῦ Καλλίου τρίτῳ μέρει κατοικικῆς καὶ ὠνημένης
ἀρουρῶν ὀκτώ , ὃ ἔστιν ἄρουραι δύο δίμοιρον , καὶ περὶ Σύρων
κώμην ἐκ τοῦ Ἡρακλείδου σὺν τῷ Ἀλεξάνδρου κατοικικῆς ἀρούραις ἓξ ἡμίσει τετάρτῳ , καὶ ἐκ τοῦ Ἀλεξάνδρου καὶ ἄλλων κατοικικῆς καὶ ὠνημένης
ἀρούραις ἓξ ἡμισείᾳ ταῖς ἐπὶ τὸ αὐτὸ κατοικικῆς καὶ ὠνημένης
εἰς κατοικίαν ἀρούραις εἴκοσι τέσσαρσι τρίτῳ δωδεκάτῳ , εἰς προθεσμίαν τριακάδα Τῦβι τοῦ πεντεκαιδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ
Γερμανικοῦ. ἐὰν δὲ τῆς προθεσμίας ἐνστάσης μὴ ἀποδῷ ἡ ὁμολογοῦσα τῷ Ἡρακλείδῃ τὸ κεφάλαιον καὶ τοὺς τόκους, ἀπαιτηθῇ δὲ ὑπὲρ αὐτῆς ὁ Σαραπίων ὁ καὶ Κλάρος, κυριεύειν αὐτὸν Σαραπίωνα τὸν καὶ Κλάρον τῶν προκειμένων ἀρουρῶν
εἴκοσι τεσσάρων τρίτου δωδεκάτου εἰς τὸν ἅπαντα χρόνον ὡς ἂν πράσεως αὐτῷ γενομένης καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτῶν
καὶ ἑτέροις αὐτὰς πωλεῖν καὶ χρᾶσθαι ὡς ἐὰν αἱρῆται, μηδεμιᾶς τῇ ὁμολογούσῃ ἢ ταῖς παρʼ αὐτῆς ἐφόδου καταλειπομένης ἐπὶ τὸν Σαραπίωνα τὸν καὶ Κλάρον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ μηδὲ ἐπὶ τὰς προκειμένας ἀρούρας μηδὲ ἐπὶ μέρος
μηδὲ ἐπὶ τὰ ἐξ αὐτῶν κατὰ μηδένα τρόπον, ἐπάνανκον
δʼ αὐτὴν παρέξεσθαι αὐτῷ καὶ τοῖς παρʼ αὐτοῦ ταύτας διὰ παντὸς μὲν βεβαίας ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς
ἀπὸ δημοσίων καὶ τελεσμάτων πάντων τῶν ἕως τῆς προθεσμίας καὶ αὐτῆς τῆς προθεσμίας. ἐὰν δέ τι τούτων ἡ ὁμολογοῦσα
παρασυνγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτω τῷ Σαραπίωνι τῷ καὶ Κλάρῳ ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ὃ ἐὰν παρασυνγραφῇ εἶδος
τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω,
τῆς πράξεως γινομένης τῷ Σαραπίωνι τῷ καὶ Κλάρῳ ἔκ τε τῆς
ὁμολογούσης καὶ ἐκ τῶν προκιμένων ἀρουρῶν καὶ ἐκ
τῶν ἄλλων ὑπαρχόντων αὐτῇ πάντων. κυρία ἡ ὁμολογία.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.