no image
DDbDP-text
Notification to the Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 20621.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
Θέωνι στρατηγῷ
παρὰ Σερήνου ἀπελευθέρου Ἀπολλωνιανοῦ Σαραπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείου
χρηματισμοῦ ἐστιν ἀντίγραφον· Ἀντωνῖνος ὁ καὶ Πούδης ὁ ἱερεὺς
καὶ ἀρχιδικαστὴς Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος
ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου
καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν Φαῶφι ζ. Σαραπίων
[…]… … σεσημείωμαι. Ἡφαιστίων ὁ καὶ Σαραπίων ἔγραψα. Ἀντωνίνῳ τῷ καὶ
Πούδεντι ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ
τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ
Σερήνου ἀπελευθέρου Ἀπολλωνιανοῦ Σαραπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως. ἐδάνεισα κατὰ δημόσιον χρηματισμὸν
γεγραμμένον διὰ τοῦ ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει μνημονείου τῷ διελθόντι ιη ἔτει μηνὶ Σεβαστῷ ια Σαραπιάδι Πόδωνος τοῦ Ὥρου μητρὸς Θαήσιος ἀπὸ Ψώβθεως
τῆς μητροπόλεως τῆς μικρᾶς Ὀάσεως ἀργυρίου δραχμὰς ἐνακοσίας κεφαλαίου τόκου δραχμιαίου ἑκάστης
μνᾶς κατὰ μῆνα τοῦ δὲ κεφαλαίου λ μηνὸς Καισαρείου
τοῦ αὐτοῦ διελθόντος ιη ἔτους, δηλωθέντος ἐὰν μὴ ἀποδῷ ἐν τῇ προθεσμίᾳ μένειν περὶ ἐμὲ καὶ τοὺς παρʼ ἐμοῦ μεταλημψομένους ἀντί τε τοῦ κεφαλαίου καὶ ὧν
ἐὰν μὴ ἀποδῷ τόκων τὴν κράτησιν καὶ κυρίαν
τῆς ὑπαρχούσης αὐτῇ δούλης Σαραπιάδος τότε οὔσης
ὡς ἐτῶν κε ἐφʼ οἷς ἄλλοις τὸ δάνειον περιέχει καὶ αἱ ἐν αὐτῷ ἐνγεγραμμέναι περί τε δρασμοῦ καὶ θανάτου τῆς
δούλης ἐπὶ τῇ ἐμῇ ἀσφαλείᾳ διαστολαὶ περιέχουσι.
τῆς δὲ προθεσμίας διελθούσης καὶ τῆς ἀποδόσεώς
μοι μὴ γενομένης ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχείτου στρατηγῷ μεταδοῦναι τούτου ἀντίγραφον τῇ Σαραπιάδι ἐὰν περιῇ, εἰ δὲ μή, κληρονόμοις
αὐτῆς τελείοις, ἐὰν δὲ καὶ ἀφήλικες ὦσι, νομίμοις αὐτῶν ἐπιτρόποις ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθήσεται, ἵνʼ εἰδῶσι καὶ ποιήσωνταί μοι τὴν ἀπόδοσιν
ἢ εἰδῶσι χρησόμενόν με τοῖς ἁρμόζουσι περὶ ἐμβαδείας νομίμοις ὡς καθήκει. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου
καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν Φαῶφι[…]… στρατηγοῦ
τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν γενέσθαι τῇ
Σαραπιάδι ὡς καθήκει. ἔτους ιθ Αὐτοκρατόρων
Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου
Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν
Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν
Μεγίστων Ἁθὺρ ιθ. Σαραπιὰς Πόδωνος
ἔσχον τούτου τοῦ ὑπομνήματος ἀντίγραφον. ἔτους ιθ Αὐρηλίων
Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων
Αὐτοκρατόρων μηνὸς Ἁθὺρ[…]Μουσαῖος ὁ καὶ Παυσειρίων τοῦ[…]ἐπιγέγραμμαι αὐτῆς κύριος ἀντὶ […]
διὰ τοῦ στρατηγοῦ καὶ ἔγραψα ὑπὲρ αὐτῆς
μὴ εἰδυίας γράμματα.
Συρίων ὑπηρέτης μετέδωκα τὸ ὑπόμνημα Σαραπιάδι ὡς καθήκει. ἔτους ιθ
μηνὸς Ἁθὺρ[…]
[ms]
μετὰ κυρίου
Εὐδαίμονος
χρηματίζοντος μητρὸς
Ἱερῆς
ἀπʼ Ὀξυρύγχων
πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.