no image
DDbDP-text
Κλαυδίῳ Διονυσίῳ στρατηγῷ Ἀρσινοείτου Πολέμωνος μερίδος,
Ἰσιδώρα Μαρίωνος τοῦ Μαρίωνος, ἀστή,
μετὰ κυρίου τοῦ συγγενοῦς Ἡρακλείδου
τοῦ Γαίου τοῦ Γαίου, Σωσικοσμίου τοῦ καὶ
Ἀλθαιέως. πρὸς τὴν γενομένην μοῦ ἐπὶ
σοῦ ἀντικατάστασιν πρὸς Δεῖον Ζεύξιδος,
ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος[…]
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην
παρέσεσθαι εἰς Ἀλεξάνδρειαν μετὰ
τὴν τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου συνκομιδήν, καὶ
προσκαρτερήσειν τῶι κρατίστῳ ἀρχιδικαστῇ ἄχρι ἂν ἐκβιβάσω ἃ ἔχω πρὸς
τὸν Δεῖον, ἀκολούθως τοῖς γενομένοις
ἐπὶ σοῦ ὑπομνηματισμοῖς, ἢ ἔνοχος εἴην τῷ ὅρκῳι. ἐγράφη ἡ χειρογραφία διὰ
Θεογείτονος νομογράφου, ἐπακολουθοῦντος Πλουτίωνος ὑπηρέτου, ἔτους
ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ, Ἐπίφ λ. Ἰσιδώρα
Μαρίωνος, ἀστή, μετὰ κυρίου τοῦ συνγενοῦς
Ἡρακλείδου τοῦ Γαίου, Σωσικοσμίου τοῦ καὶ
Ἀλθαιέωςὀμώμοκα τὸν προκείμενον ὅρκον. Ἡρακλείδης ἔγραψα καὶ ὑπὲρ Ἰσιδώρας μὴεἰδυίας γράμματα. Πλουτίων
ὑπηρέτης κατεχώρισα. ἔτους θ Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ … ιη
[…]…ς πρὸς τὰς […]… καταχωρισμῶι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.