no image
DDbDP-text
Return for the Granting of a Privilege via HGV-meta
Linked by Trismegistos ID
TM 20962.
Each record below describes this same artifact or text from a different angle.
[…] νομάρχηι Ἀντινόου πόλεως
παρὰ Λυσιμάχου τοῦ καὶ Διδύμου Ἡρακλείδου Ματιδείου τοῦ καὶ Καλλιτεκνείου οἰκοῦντος ἐν τοῖς ἰδίοις ἐν τῷ α
γράμματιπλινθείῳ ζ. Πετρώνιος Μαμερτῖνος ὁ ἡγεμονεύσας φανερὰς ἐποίησεν ἡμῖν τὰς ὑπὸ τοῦ θεοῦ
Ἁδριανοῦ τοῦ καὶ οἰκιστοῦ τῆς πόλεως ἡμῶν εἰς ἡμᾶς εὐεργεσίας καθʼ ἃς ἐβουλήθη τρέφεσθαι τὰ τῶν Ἀντινοέων
τέκνα τὰ ἀπογραφόμενα ὑφʼ ἡμῶν τῶν γονέων ἐντὸς ἡμερῶν τριάκοντα ἀφʼ ἧς ἐὰν γένηται ἀπὸ τῶν προσερχομένων εἰς τοῦτο συνχωρηθέντων ὑπʼ αὐτοῦ χρημάτων καὶ ἄλλων προσόδων. ἀπογράφομαι οὖν τὸν γεννηθέντα μοι υἱὸν Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶν εἴκοσι ἐκ τῆς συνούσης μοι γυναικὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντινοΐδος, οὗ καὶ ἀπαρχὴν ἐταξάμην διὰ τῆς κρατίστης βουλῆς, παρεχόμενος
γνωστῆρας τρεῖς τοῦ τε γάμου καὶ τῆς παιδοποιίας Λυσανίαν Διδύμου Ματίδιον τὸν καὶ Πλωτίνιον,
Δίδυμον Διδύμου Ματίδιον τὸν καὶ Καλλιτέκνειον καὶ Πτολεμαῖον Ἡρακλείδου Ὀσειραντινόα τὸν καὶ Κλειτόριον
καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην
καὶ θεὸν μέγιστον Ὀσειραντίνοον ἀληθῆ εἶναι τὰ προγεγραμμένα ἢ ἔνοχος εἴην τῶι ὅρκωι.
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιε. Λυσίμαχος
ὁ καὶ Δίδυμος Ἡρακλείδου ὁ προγεγραμμένος ἐπιδέδωκα τὴν προκειμένην ἀπογραφὴν τοῦ γεννηθέντος μοι υἱοῦ Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου ἡμερῶν εἴκοσι ἐκ τῆς συνούσης μοι γυναικὸς Νινναροῦτος
Ὀρσενούφεως Ἀντινοΐδος καὶ ὤμοσα τὸν προκείμενον ὅρκον ἀληθῆ εἶναι τὰ προγεγραμμένα ἢ ἔνοχος εἴην τῶι ὅρκωι. Λυσανίας Διδύμου Ματίδιος ὁ καὶ Πλωτίνιος οἰκῶν ἐν τῶι αὐτῷ γράμματι πλινθείωι
αὐτῷ ὀμνύω τὸν προκείμενον
ὅρκον γνωστεύειν τὸνπρογεγραμμένον παῖδα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶν εἴκοσι γεννηθέντα τῶι Λυσιμάχωι
τῶι καὶ Διδύμωι Ἀντινοεῖ ἐκ τῆς αὐτοῦ γυναικὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντινοΐδος ἢ ἔνοχος εἴην τῶι ὅρκωι. Δίδυμος
Διδύμου Ματίδιος ὁ καὶ Καλλιτέκνιος οἰκῶν ἐν τῶι[…] γράμματι πλινθείῳ η ὀμνύω τὸν προκίμενον ὅρκον
γνωστεύειν τὸνπρογεγραμμένον παῖδα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶν εἴκοσι γεννηθέντα τῷ Λυσιμάχῳ τῷ καὶ Διδύμῳ Ἀντινοεῖ ἐκ τῆς αὐτοῦ γυναικὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντινοείδος ἢ ἔνοχος εἴην τῷ ὅρκῳ.
Πτολεμαῖος Ἡρακλείδου Ὀσιραντινόειος ὁ καὶ Κλειτόριος οἰκῶν ἐν τῷ βῆτα γράμματι
πλινθείῳ[…]ὀμνύω τὸν προκείμενον ὅρκον γνωστεύειν τὸν προγεγραμμένον
παῖδα Ἡρακλείδην τὸν καὶ Οὐαλέριον ἡμερῶνεἴκοσι γεννηθέντα τῷ Λυσιμάχῳ
τῷ καὶ Διδύμῳ Ἀντινοεῖ ἐκ τῆς αὐτοῦ γυναικὸς Νινναροῦτος Ὀρσενούφεως Ἀντινοΐδος ἢ ἔνοχος εἴην τῷ ὅρκῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.