no image
DDbDP-text
Kaufvertrag über ein συμπόσιον via HGV-meta
Linked by Trismegistos ID
TM 12476.
Each record below describes this same artifact or text from a different angle.
[a]
ἔτους ἐννεακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου
Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν μεγίστων Εὐσεβῶν
Σεβαστῶν Μεσορὴ[…]ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου
νομοῦ. ὁμολογεῖ Ἡρακλοῦς Ἡλιοδωρᾶτος μητρὸς Ταφεῦτος ἀπὸ κώμης
Εὐημερείας τῆς Θεμίστου μερίδος ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ γαστροκνη-
[b]
μίᾳ
[… ? lines lost …]
δεξιᾷ μετὰ κυρίου τοῦ ἀνδρὸς Διοδώρου Ὀννώφρεως ἀπὸ τῆς αὐτῆς
κώμης ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Ταήσι ἀφήλικι μητρὸς Καστοροῦτος μετὰ κυρίου τοῦ πατρὸς Ἡρωνᾶτος Πνεφερῶτος μητρὸς
Ταφεῦτος ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν τριάκοντα οὐλὴ μηρῷ ἀριστερῷ πεπρακέναι τὴν ὁμολογοῦσαν αὐτῇ κατὰ τήνδε τὴν ὁμολογίαν
ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον
αὐτῇ κοινῶς ἐν κώμῇ Εὐημερείᾳ τῆς Θεμίστου μερίδος ἐν οἰκίᾳ πρὸς τῷ
δώματι συμπόσιον ἐν τῇ λαύρᾳ τῶν Ποιμένων α…ομη διακειμένων, γείτονες
τῆς ὅλης οἰκίας καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου Ὑπηρέτου οἰκία
βορρᾶ Χαιρᾶτος οἰκία λιβὸς Δειδᾶτος οἰκία ἀπηλιώτου Οὐεσκᾶτος οἰκία καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Ἡρακλοῦν παρὰ τοῦ Ἡρωνᾶτος ἐκ τοῦ τῆς ἀφήλικος
Ταήσιος λόγου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τὴν συνπεφωνημένην τιμὴν
τοῦ πεπραμένου αὐτῇ συμποσίου ἀργυρίου δραχμὰς ἑκατὸν ἐκ πλήρους, αἷς καὶ
συνεπείσθη ἡ ὁμολογοῦσα Ἡρακλοῦς καὶ βεβαιώσειν αὐτὴν καὶ τοὺςπαρʼ αὐτῆς
τῇ ἀφήλικι καὶ τοῖς παρʼ αὐτῆς κατὰ τὴν ὁμολογίαν ταύτην πάσῃ βεβαιώσει καὶ
παρέξεται αὐτῇ ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὸν ἀπὸ παντὸς ὀφειλήματος δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐνποιήσεως μέχρι τῆς ἐνεστώσης ἡμέρας· κρατεῖν οὖν καὶ κυριεύειν τὴν Ταῆσιν
καὶ τοὺς παρʼ αὐτῆς τοῦ πεπραμένου αὐτῇ συμποσίου καὶ τὰ ἐξ αὐτοῦ περιγενόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ οἰκονομεῖν καὶ διοικεῖν περὶ αὐτοῦ ὡς
ἐὰν αἱρῆται. ἐὰνδέ τι τῶν προγεγραμμένων παραβῇ ἡ ὁμολογοῦσα Ἡρακλοῦς, ἀποτεισάτω τῇ προγεγραμμένῃ Ταήσι παραχρῆμα ἣν ἀπείληφε τιμὴν
[… ? lines lost …]
[c]
σὺν ἡμιολίᾳ[…]ε…[…]…[…]…δ[…]…μηδὲν ἧττον τοῦ τὰ
[…]Ἡρακλοῦς Ἡλιοδωρᾶτος μετὰ κυρίου τοῦ
ἀνδρὸς Διοδώρου ὁμολογῶ πεπρακέναι τῇ Ταήσι ἀφήλικι τὸ ὑπάρχον μοι συμπόσιον καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμῶν ἑκατὸν καὶ
[…]καθὼς πρόκειται. Δομίττιος
[…]ἔγραψα ὑπὲρ αὐτῆς καὶ τοῦ κυρίου μὴ εἰδότων
γράμματα. Ταῆσις διὰ Ἡρωνᾶτος τοῦ πατρὸς γέγονε εἰς
μὲ ἡ πρᾶσις ὡς πρόκειται.[…]ις ἔγραψα ὑπὲρ αὐτοῦ
γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.