no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11676.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Δακικοῦ μηνὸς Καισαρείου κθ Μεσορὴ κθ ἐν Διονυσιάδι
τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι Θαισᾶς Διονυσίου ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ὑπὲρ γαστροκνημίαν […]καὶ Θέρμιον[…]
φιος ὡς ἐτῶν πεντήκοντα οὐλὴ γόνατι ἀριστερῷ μετὰ κυρίων ἡ μὲν Θαισᾶς τοῦ συνγενοῦς Ἀπίωνος τοῦ Ἰσίωνος ὡς ἐτῶν ε[…]ἡ δὲ Θέρμιον τοῦ τῆς θυγατρὸς αὐτῆς Θαισᾶ ἀνδρὸς Σώτου τοῦ Σαραπίωνος ὡς ἐτῶν[…]
ἑπτὰ οὐλὴ ὀφρύι ἀριστερᾷ διειρῆσθαι ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα
χρόνον τὴν ὑπάρχουσαν αὐταῖς ἐν Διονυσιάδι[…]αὐλὴν ἀφʼ ἧς ὑπάρχει τῇ μὲν Θαισᾷ μέρη πέντε καὶ τῇ Θερμίῳ
μέρος ἓν καὶ ἐξ ἧς πεποίηνται ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως ἐπανειρῆσθαι τὴν
μὲν Θέρμιον τὸ ἐπιβάλλον αὐτῇ μέρος […]
οὗ μέτρα νότον ἐπὶ βορρᾶ πήχεις τεσσ[…]
πληρωθῇ ἡ Θέρμιον τὸ ἐπιβάλλον αὐτῇ μέρος[…]
ὅλων πηχισμῶν, τὴν δὲ Θαισᾶν καὶ αὐτὴν ἐπανειρῆσθαι τὰ ἐπιβάλλοντα αὐτῇ
μέρη πέντε ἀπὸ μερῶν ἓξ ἐκ […]
ἐνόντων μέτρων καὶ πηχισμμῶν […]
θύραν εἰς τὴν ἐκ λιβὸς ῥύμην βασιλικὴν[…]τὸ ἐπιβάλλον αὐτῇ μέρος ὡς πρόκειται τῶν τῆς[…]
καὶ ξυλικῆς καὶ κοπρίου καὶ ἐνμένειν τὰς ὁμολογούσας τοῖς προγεγραμμένοις[…]
καὶ ἔχειν ἑκάστην τὴν περὶ ὧν ἐπανείρηται[…]μηδὲν τούτων παραβῆναι τὰς ὁμολογούσας ἐὰν δὲ ἑκατέρα αὐτῶν παραβῇ ἀποτισάτω ἡ παραβαίνουσα τῇ ἐνμενούσῃ τὰ βλάβη καὶ δαπανήματα
διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίαςκαὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ
τὰ διωμολογημένα κύρια εἶναι ὑπογρ[…]
Θαεισᾶς Διονυσίου καὶ Θέρμιον Ηρ[…]μετὰ κυρίων ἡ μὲν
Θαεισᾶς τοῦ συνγενοῦς Ἀπίωνος τοῦ Ἰσίωνος ἡ δὲ Θέρμιον τοῦ τῆς θυγατρὸς
Θαεισᾶτος ἀνδρὸς Σώτου τοῦ Σαραπίωνος ὁμολογοῦμεν διειρῆσθαι ἀπὸ τῆς ἐνεστώσης ἡμέρας
ἐπὶ τὸν ἅπαντα χρόνον τὴν αὐτὴν αὐλὴν[…]
[…] ἑκάστην ἡμῶν καθότι προγέγραπται[…]
διὰ τὸ τὸν μὲν Σώταν βραδέα γράφειν …[…]
Σεραπᾶτος ἐπιγεγράμμαι τῆς […]
καθὼς πρόκειται. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ
μηνὸς Καισαρείου κθ ἀναγέγραπται διὰ γραφείου ΔιονυσιάδοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.