no image
DDbDP-text
Staatsnotariatsvertrag über einen Hausteilkauf via HGV-meta
Linked by Trismegistos ID
TM 11373.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ιη Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου
Εὐσεβοῦς Σεβαστῶν μηνὸς Ἀπελλαίου Φαῶφι γ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι Τιτολήϊος ὁ καὶ Ἰσίδωρος ὡς
ἐτῶν[…]καὶ Τιτολήϊος ὡς ἐτῶν εἴκοσι δύο οὐλὴὀφρύι δεξιᾷ ἀμφότεροι Ἀντινοεῖς Σαβείνιοι οἱ καὶ Ἁρμονιεῖς καὶ Κυρίλλα ὡς ἐτῶν εἴκοσι τριῶν ὑπόστραβος καὶ Τιτανία ὡς ἐτῶν
[…], οἱ τέσσαρες Λογγείνου τοῦ καὶ Σαραπίωνος τοῦ Ἰσιδώρου, αἱ δὲ γυναῖκες ἑκατέρα μετὰ κυρίου τοῦ ἀνδρός, ἡ μὲν Κυρίλλα Σωκράτους Θέωνος τοῦ Πτολεμαίου ἀπὸ ἀμφόδου Ἀράβων ὡς ἐτῶν
[…], ἡ δὲ Τιτανία Ἀμμωνίου υἱοῦ Κλαυδιανοῦ τοῦ καὶ Πτολεμαίου ἀρχιερατεύσαντος τῆς Ἀρσινοϊτῶν πόλεως ὡς ἐτῶν τεσσεράκοντα πέντε ἀσήμου, Ἀντωνίᾳ Θερμουθαρίῳ χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ ὡς ἐτῶν τεσσεράκοντα ἓξ ἀσήμῳ πεπρακέναι αὐτῇ τοὺς ὁμολογοῦντας κατὰ τήνδε τὴν ὁμολογίαν καὶ διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτοῖς κοινῶς ἐξ ἴσου ἐν κώμῃ Φιλαδελφείᾳ ἥμισυ πέμπτον δέκατον μέρος κοινὸν καὶ ἀδιαίρετον ἕκτου μέρους οἰκίας καὶ χρηστηρίων ἐπὶ τοῖς οὖσι τῆς ὅλης
μέτροις καὶ πηχισμοῖς καὶ θεμελίοις καὶ τείχεσι καὶ φωσφορίοις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ταῖς ἄλλαις χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν· ἧς γείτονες καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου[…]γορας τρία οἰκόπεδα, βορρᾶ ῥύμη βασιλική, ἀπηλιώτου ἔπαυλις πρότερον Ἀκύλα, λιβὸς ἑτέρων οἰκόπεδα. καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ τῆς Ἀντωνίας Θερμουθαρίου τὴν συνπεφωνημένην τοῦ πεπραμένου αὐτῇ ὡς πρόκειται μέρους τῆς οἰκίας τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς ἑκατὸν παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσειν αὐτούς τε τοὺς ὁμολογοῦντας καὶ
τοὺς παρʼ αὐτῶν τῇ ὠνησαμένῃ Ἀντωνίᾳ Θερμουθαρίῳ καὶ τοῖς παρʼ αὐτῆς τὸ αὐτὸ μέρος τῆς οἰκίας πάσῃ βεβαιώσει· ὃ καὶ παρέξασθαι ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὸν ἀπὸ παντὸς
ὀφειλήματος δημοσίου μὲν ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲ λαογραφιῶν τῶν ἐν αὐτῷ φανησομένων ἀπογεγράφθαι μέχρι ἑτέρας ἀπογραφῆς εἰκονισμοῦ καὶ ἀπὸ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς καὶ μηδένακωλύειν τὴν Ἀντωνίαν Θερμουθάριον μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας τοῦ αὐτοῦ μέρους τῆς οἰκίας καὶ τὰ ἐξ αὐτοῦ ἀπὸ τοῦ νῦν περιγεινόμενα ἀποφερομένους
εἰς τὸ ἴδιον καὶ ἐξαλλοτριοῦντας καὶ διοικοῦντας καὶ οἰκονομοῦντας περὶ αὐτῶν ὡς ἂν αἱρῶνται. ἐὰν δέ τι τῶν προγεγραμμένων παραβῶσι οἱ ὁμολογοῦντες ἢ μὴ παρέχωνται καθὰ γέγραπται, χωρὶς τοῦ αὐτὰ κύρια εἶναι καὶ πάντα τὸν ἐπελευσόμενον
ἀφιστάναι προσεκτείσουσι τῇ Ἀντωνίᾳ Θερμουθαρίῳ τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ ἀναλώματα διπλᾶ καὶ εἰς τὸ δημόσιον τὰ ἴσα, τῶν δραχμῶν χωρουσῶν εἰς ἀπόδοσιν τῇ ἐνεστώσῃ ἡμέρᾳ Διονυσίῳ Πτολεμαίου δανειστῇ τῇ ἀποχῇ ἀκολούθως.
Τιτολήϊος ὁ καὶ Ἰσίδωρος Λογγείνου τοῦ καὶ Σαραπίωνος ὁμολογῶ πεπρακέναι σὺν τοῖς ἀδελφοῖς μου τῇ Ἀντωνίᾳ Θερμουθαρίῳ τὸ ὑπάρχον ἡμῖν κοινῶς ἐξ ἴσου ἥμισυ πέμπτον δέκατον μέρος ἕκτου μέρους οἰκίας καὶ χρηστηρίων ἐν κώμῃ Φιλαδελφείᾳ[…]…[…], ἧς γειτνίαι πρόκεινται, καὶ συναπέσχαμεν τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐχωρήσαμεν τῷ προκιμένῳ δανειστῇ καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ὡς πρόκειται. Τιτολήϊος Λογγείνου τοῦ καὶ Σαραπίωνος ὁμολογῶ πεπρακέναι τὸ ὑπάρχονἡμῖν κοινῶς ἐξ ἴσου ἥμισυ πέμπτον δέκατον μέρος ἕκτου μέρους τῆς οἰκίας καὶ χρηστηρίων
καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐχώρησα καὶ βεβαιώσω ὡς πρόκειται. Ἀμμώνιος[…]… ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος χρηματιζούσης ὡς πρόκειται.
Τιτανία νεωτέρα συνπέπρακα ὡς πρόκειται.
Κυρίλλα ὁμολογῶ πεπρακέναι τὸ ὑπάρχον ἡμῖν κοινῶς ἐξ ἴσου ἥμισυ πέμπτον δέκατον μέρος τοῦ ἕκτου μέρους τῆς ἐν κώμῃ Φιλαδελφείᾳ οἰκίας καὶ χρηστηρίων καὶ συναπέσχον τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐχώρησα καὶ βεβαιώσω ὡς πρόκειται. Σωκράτης Θέωνος ἐπιγέγραμμαι αὐτῆς κύριος.
Κυρίλλα συνπέπρακα ὡς πρόκειται.
Διδᾶς ἐξηγητεύσας βουλευτὴς διʼ ἐμοῦ[…] γραμματέως ἀποσυσταθέντος κατεχώρισα. ἔτους ιη Φαῶφι γ.
[v]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.