no image
DDbDP-text
Lease of Private Land via HGV-meta
Linked by Trismegistos ID
TM 22222.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐμίσθωσεν Φρατρῆς Ἀρθοώνιος τοῦ Ἀρθοώνιος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἱερεύς
Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων Τοτοῇ τῷ καὶ Πλουτάρχῳ καὶ Παχνούμει ἀμφοτέροις Παχνούμιος
τοῦ Τοτοέως μητρὸς Θαήσιος καὶ Τοτοῇ
Πετσίριος τοῦ Τοτοέως μητρὸς Ταχνούμιος
τοῖς τρισὶ ἀπὸ κώμης Τανάεως Πέρσαις τῆς ἐπιγονῆς εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος
ἑκκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ
κυρίου ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ καὶ τῷ
ἀδελφιδῷ αὐτοῦ Ἀρθοώνει Πετεύριος
περὶ τὴν αὐτὴν Τανάϊν ἐκ τοῦ Νικαίου
κλήρου ἀρούρας εἴκοσι τέσσαρας ὥστε σπεῖραι κατʼ ἔτος τὸ μὲν ἥμισυ πυρῷ τὸ δὲ ἕτερον ἥμισυ ξυλαμῆσαι ἄρακι ἐκφορίου
κατʼ ἔτος τῆς μὲν πυρῷ ἀνὰ πυροῦ ἀρτάβας
ὀκτὼ ἥμισυ τῆς δὲ ἐν ἄρακι ἀνὰ πυροῦ
ἀρτάβας δύο ἢ ἀργυρίου δραχμὰς εἴκοσι
τέσσαρας ἄρτων ἀρτάβης μιᾶς κατʼ ἔτος
παιδαρίοις ἀρτάβης ἥμισυ . ὁμολογοῦσι δὲ
οἱ μεμισθωμένοι ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ τοῦ Φατρέως εἰς σπέρματα τῆς γῆς τοῦ ἐνεστῶτος ἔτους ἀδιαφόρους ἀρτάβας δώδεκα καὶ προσομολογοῦσι οἱ αὐτοὶ μεμισθωμένοι ὀφείλειν τῷ
Φατρῆτι ἀπὸ λοιπογραφίας ἐκφορίων τῶν
αὐτῶν ἀρουρῶν πυροῦ ἀρτάβας ἐνενήκοντα δύο ἐξ ὧν δώσουσι οἱ μεμισθωμένοι
ἐπὶ μὲν τὰ πρῶτα ἔτη τρία κατʼ ἔτος πυροῦ
ἀρτάβας εἴκοσι . τὰς δὲ λοιπὰς τῆς ὀφειλῆς
πυροῦ ἀρτάβας τριάκοντα δύο χαριεῖται
αὐτοῖς ὁ Φατρῆς ἐὰνπερ εὐδωσιδικῶσι
οἱ μεμισθωμένοι ἐν τῇ ἀποδόσει τῶν
προκειμένων ἐκφορίων καὶ σπερμάτων καὶ
τῶν τῆς κατʼ ἔτος ἐπὶ τὸν τριετῆ χρόνον ὀφειλῆς κατʼ ἔτος ἀνὰ πυροῦ ἀρτάβας
εἴκοσι ἀκινδύνων παντὸς κινδύνου
τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν
μεμισθωκότα τῶν δὲ καρπῶν κυριευέτω ἓως ἂν τὰ ὀφειλόμενα αὐτῷ κατʼ ἔτος κομίσηται. τῆς δὲ μισθώσεως
βεβαιουμένης ἀποδότωσαν οἱ μεμισθωμένοι τῷ Φατρῆτι τὰ κατʼ ἔτος ὀφειλόμενα αὐτίκα ἐν τῷ Παῦνι μηνὶ ἐφʼ ἅλω
Τανάεως πυρὸν νέον καθαρὸν ἄδολον
ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ τετάρτῳ
παραλημπτικῷ αὐτοῦ Φάτρεως ἑαυτῷ
μετροῦντος ἢ διʼ οὗ ἐὰν αἵρηται. ἕξει δὲ ὁ
Φατρῆς τοῦ ἐγβησομένου κατʼ ἔτος ἀχύρου τὸ ἥμισυ ὃ δʼ ἂν προσοφειλέσωσι ἀποτισάτωσαν μεθʼ ἡμιολίας καὶ ἡ πρᾶξις
ἔστω Φατρῇ ἔκ τε τῶν μεμισθωμένων ὄντων ἀλληλεγγύων εἰς ἔκτεισιν
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων
καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἂν αὐτῶν αἵρηται.
ἐὰν δὲ ἀδωσιδικῶσι ἐν τῇ ἀποδόσει τῶν
προκειμένων ὡς ἐπάνω δεδήλωται ἔξεσται τῷ Φατρῇ ἐντὸς τοῦ χρόνου ἑτέροις
μεταμισθοῖν καὶ ἐκπράσσειν αὐτοὺς
τὰ ὅλα ὀφειλόμενα διὰ τὸ ἐπὶ τούτοις
ἑστάσθαι. κυρία ἡ μίσθωσις οὖσά μου
τοῦ Τοτοέως τοῦ καὶ Πλουτάρχου χειρὶ
καὶ εὐδοκῶ καὶ συναποδώσω ἐξ ἀλληλεγγύης ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἔτους
ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Δακικοῦ Φαῶφι δεκάτῃ. Παχνοῦμις
Παχνούμιος τοῦ Τοοέως μητρὸς Θαήσιος καὶ
Τοτοῆς Πετσίριος τοῦ Τοτοέως μητρὸς Ταχνούμιος ἀμφότεροι συνμεμισθώμεθα
ἐπὶ τὰ τέσσαρα ἔτη ἐκφορίου τῆς μὲν πυρῶι
ἀνὰ πυροῦ ἀρτάβας ὀκτὼ ἥμισυ τῆς δὲ ἄρακι ἀνὰ
πυροῦ ἀρτάβας δύο ἢ ἀργυρίου δραχμὰς εἴκοσι τέσσαρας καὶ συνέσχομεν τὰς τῶν σπερμάτων πυροῦ ἀρτάβας δέκα δύο καὶ ὀφείλομεν λοιπογραφίαν πυροῦ ἀρτάβας ἐνενήκοντα δύο ἐξ ὧν συναποδώσομεν
ἐν τῇ πρώτῃ τριετείᾳ κατʼ ἔτος πυροῦ
ἀρτάβας εἴκοσι τὰς δὲ λοιπὰς ἀρτάβας τριάκοντα χαριεῖται ὁ Φατρῆς ἐπὶ πᾶσι
τοῖς προκειμένοις οἷς καὶ εὐδοκοῦμεν. Θοῶνις
ὁ καὶ Ἀλκ…[…] Παπίριος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων
γράμματα[…]
[v]
ἔτους κ Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνὸς
Καισαρείου β
ἐγδέδωκα ἀποχὴν τῶι Τοτοῇ καὶ Παχνοῦμει
τῶν ἐκφορίων καὶ λοιπογραφίας φόρων μηνὸς Σεβαστοῦ
περιδ…ηδ αὐτοῦ ἔτουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.