no image
DDbDP-text
Linked by Trismegistos ID
TM 247.
Each record below describes this same artifact or text from a different angle.
[1]
[…]τὴν γῆν, τοῦ δʼ ὅρκου γραφέντος
[…]ν ὄντος δὲ καὶ παρὰ τοῦ κωμογραμματέως, καὶπροσταχθέντος Ἑρμοκράτει τῶι ἀρχιφυλακίτηι, τὸν ὅρκον ἐπιτελεσθῆναι, τοῦ δὲ χρόνου ἐν ὧι
τὸν ὅρκον ἔδει ἐπιτελεῖσθαι μήπω ἐνεστηκότος,
ἐπέδωκάν σοι ἄλλο ὑπόμνημα κατʼ ἐμοῦ ἐπιβαλόντι
ἐπὶ τοὺς τοπους[…]περὶ τῶν αὐτῶν, ὃ ἐχρημάτισας
Πεχύτηι τῶι ἐν τῶι Παθυρίτηι διακούσαντα
αὐτῶνανενεγκεῖν ἐπὶ σὲ τὰ συγκεκριμένα
τοῦ δὲ Πεχύτουγράψαντός σοι διὰ τῆς ὑποκειμένης
ἐπιστολης καταστάντας ἐν Κροκοδίλων πόλει
παρόντος Δημητρίου τοῦ φρουράρχου, Ἀσκληπιάδου
ὑπηρέτου, Πολιάνθου Ψεμμίνιος τοῦ Πατοῦτος
Ἑρμοκράτους ἀρχιφυλακίτου προβαλέσθαι μοι τοὺς περὶ
τὸν Θοτορταῖον συνλαβόντα γῆν ἀπὸ τῶν ὁρίων
ὀμόσαι ἐπὶ τοῦ Κρονείου τὰ ὅρια εἶναι ταύτης τῆς γῆς
ἕως τοῦ ιϛ ἔτους ἐπὶ τοῦ πατρὸς τοῦ βασιλέως, ὀμόσαντος δέ μου τὸν ὅρκον, ὅρια ἐβλήθη ἐξ εὐδοκούντων
παρόντων τῶν ἀπὸ τοῦ τόπου πρεσβυτέρων καὶ
ἐγράψαντό μοι ἀποστασίου, μήτε ἑαυτοὺς ἐπελεύσεσθαι
μήτε ἄλλον μηδένα παρʼ αὐτῶν· νυνὶ δὲ πυνθάνομαι
[…]τουτος καὶΤακῆμιν τὴν μητέρα αὐτοῦ
[…]…ν[…]…[…]λαβομένους Φῖβιν τὸν παρὰ τοῦ
κωμογραμματέως[…]ειργάσθαι τοῦ γράψαι Πακοῖβιν
[…] Σεσοώσι τῶι κωμογραμματεῖ ἐμῆς
[…]εντος τ[…]
[…]μέχρι τοῦ ιϛ ἔτους […]
[…] χρόνου τα[…]η
[…]μοι παρεκ[…]
[…] τῆς συν[…]
[…]κότος καὶ ε[…]
[…] ἀξιῶ σὲ γράψαντα[…]
[…]πειν ἐπι[…]
[2]
μηδὲ παραδεικνύειν ἀπὸ τῆς ἐμῆς γῆς, μέχρι τοῦ σὲ
ἐπιβαλόντα καὶ ἕκαστα ὑπὸ τὴν ὄψιν κατανομίσαντα
διεξαγαγεῖν κατὰ τὰ πρότερον συγκεκριμένα. τούτου δὲ
γενομένου καὶ ἀπερίσπαστος ὢν δυνήσομαι ἀπροφασίστως
εἰς τὸ βασιλικὸν τὰ ἐκφόρια ἀπομετρῆσαι. ἔρρωσο.
Πεχύτης Δαιμάχωι χαίρειν. κομισάμενοι τὸ ἐπιδοθέν σοι
ὑπόμνημα κατὰ Πανᾶτος περὶ γῆς σιτοφόρου, ὑφʼ ὃ ὑπεγεγράφεις,
διακοῦσαι αὐτῶν καὶ προσανενεγκεῖν τὰ συγκεκριμένα,
τῆι δὲ ιϛ τοῦ Ἐπεὶφ καταστάντων ἐν Κροκοδίλων πόλει,
συνπαρόντος Δημητρίου τοῦ φρουράρχου καὶ Ἀσκληπιάδου
ὑπηρέτου καὶ Πολιάνθου καὶ Ψεμμίνιος τοῦ Πατοῦτος
καὶ Ἑρμοκράτους τοῦ ἀρχιφυλακίτου καὶ ἄλλων πλειόνων,
προεβάλετο Θοτορταῖος Ἁρπαήσιος, ὁ ἐγκαλῶν τῶι Πανᾶι περὶ τῆς
γῆς, δραξάμενον τῆς γῆς ἀπὸ τῶν ὁρίων ὀμόσαι ἐπὶ τοῦ
Κρονείου, τὰ ὅρια εἶναι ταῦτα τῆς γῆς ἕως τοῦ ιϛ ἔτους
ἐπὶ τοῦ πατρὸς τοῦ βασιλέως, καὶ συναπεστείλαμεν αὐτοῖς
ὁρκωμότην Θοτσύτην Θοτορταίου, ὧι καὶ γράψαντες
τὸν ὅρκον ἐδώκαμεν. τοῦ δὲ Πανᾶτος ὀμόσαντος ὅρια ἔβαλον
ἐξ εὐδοκούντων, καὶ ἀποστασίου ἐγράψατο τῶι Πανᾶι μὴ ἐπελεύσεσθαι, μηδʼ ἄλλον μηθένα τῶν παρʼ αὐτοῦ. ἵνα οὖν εἰδῇς
γεγράφαμεν σοί.
ἔρρωσο. κδ ἔτους Ἐπεὶφ κε.
κατανοοῦντες ἐκ τῶν προκειμένων γεγενημένην ἐπὶ
Διονυσίου τοῦ οἰκονομήσαντος τὴν προσήκουσαν διεξαγωγὴν
καὶ τὸν προβληθέντα τῶι Πανᾶι ἐξ εὐδοκούντων ὅρκον
ἐπιτετελεσμένον ὑπʼ αὐτοῦ, συνπαρόντων τῶν τε
ἀπὸ τοῦ τόπου πρεσβυτέρων καὶ Φίβιος τοῦ παρὰ τοῦ κωμογραμματέως
καὶ τῶν περὶ τὸν Ὧρον, ἐφαίνετο τὸν Πανᾶν κυρίως ἔχειν
τὴν γῆν, καθʼ ἣν ἐώνητο ἐκ τοῦ βασιλικοῦ […] διαγραφήν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.