no image
DDbDP-text
Linked by Trismegistos ID
TM 85.
Each record below describes this same artifact or text from a different angle.
[1]
βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους δ,
ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων
καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ
Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν
Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν ἀθλοφόρου Βερενίκης
Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων
ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος μηνὸς Μεχεὶρ κζ ἐν Παθύρει
ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἑκόντες συνεγράψαντο.
ὁμολογεῖ Τοτοῆς Πελαίου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νεἐλάσσων μελίχρως τετανὸς
μακροπρόσωπος εὐθύριν διῃρῆσθαι τὰ ὑπάρχοντα αὐτῶι ἔγγαια τοῖς ἑαυτοῦ
υἱοῖς ἀπὸ μὲν τῆς ὑπαρχούσης αὐτῶι καὶ τοῖς ἀδελφοῖς γῆς σιτοφόρου ἐν τῶι περὶ Πάθυριν πεδίωι
δωδεκάτην μερίδα ἀδιαίρετον ἀρουρῶν π, ἧς γείτονες νότου χῶμα βασιλικὸν, βορρᾶ ὁδός,
ἀπηλιώτου ὁδὸς, λιβὸς διῶρυξ Τελώνος, καὶ ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῶι μέρους ἄλλης
σφραγῖδος καλουμένης Πατήφιος γῆ ἀρούρας λϛ τὸ ἐπιβάλλον ἀρούρας γ, γείτονες τῆς ὅλης γῆς
[2]
νότου γῆ Ἁρμώνθου, βορρᾶ γῆ Κολλούθου, ἀπηλιώτου περίχωμα,
λιβὸς γῆ Πανοβχούνιος καὶ ἄλλων, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν,
Πανοβχούνει μὲν τῶι πρεσβυτέρωι υἱῶι αὐτοῦ μερίδας δύο ,
Ταελολοῦτι καὶ Σιεπμοῦτι τῶν Τοτοέους ταῖς ἑαυτοῦ θυγατράσιν
μερίδα μίαν τῶν δύο σφραγίδων καὶ ἀπὸ ψιλοῦ τόπου τοῦ
ὄντος ἐν τῆι μέσῃ ταινίᾳ Παθύρεως ὅ ἐστιν πήχεις στερεοῦ
δύο ἥμισυ οὗ γείτονες νότου οἰκία Ὥρου, βορρᾶ οἰκία Ψεννήσιος,
ἀπηλιώτου οἰκία Πατῆτος Θοτορταίου, λιβὸς πλατεῖα ὁδὸς τῶν θεῶν,
ὧν εἶναι ἐν τῶι ἀπὸ βορρᾶ μέρει τοῦ ψιλοῦ τόπου, Πατῆιτι τῶι
ἑαυτοῦ υἱῶι πῆχυν ἥμισυ , Πανοβχούνει τῶι πρεσβυτέρῳ υἱῶι
πήχεις στερεοῦ δύο καὶ ἀπὸ τῆς ἐντὸς τοῦ ὀχυρώματος οἰκίας
ᾠκοδομημένης Ταελολοῦτι καὶ Σιεπμοῦτι τὸ ἥμισυ ἧς μέτεστι τὸ ἄλλο ἥμισυ
Πανοβχούνει καὶ μὴ ἐπελεύσασθαι ἕτερος ἐπὶ τὸν ἕτερον περὶ τῶν
παρακεχωρημένων ἑκάστωι μερίδων, εἰ δὲ μὴ ἡ τʼ ἔφοδος τῶι
ἐπιπορευομένῳ ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ παρασυγγραφῶν
τοῖς βασιλεῦσι ἀργυρίου δραχμὰς φ καὶ μηθὲν ἧσσον μενέτω κύρια
τὰ διωμολογημένα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.